Ancient Greek · ~6 min
Volume 2
Cyrillus Theol., Commentarii in Joannem 2.131
Not analysed yet
τοῖς ἀρχαιοτάτοις αὐτῶν πατράσιν ἐγινώσκετο ὡς ὢν ἀΐδιος, τὰ τοιαῦτά φησιν. ἐν ταὐτῷ δὲ ὡς ἔοικεν ὀνειδίζει χρησίμως, ὅτι περιπτύουσι δρῶντες ἀβούλως, καὶ φρονοῦντες ἀσυνέτως, ἅπερ ἦν ἐν ἑορτῆς τάξει τῷ τοῦ γένους αὐτῶν ἐξάρχοντι. ἐκεῖνος μὲν γὰρ μόνον εἶδε καὶ ἐχάρη· ἔχοντες δὲ αὐτοὶ καὶ ἀπολαύειν ἐξὸν ταῖς ἀπειθίαις ὑβρίζουσι, καὶ τῆς οὕτω λαμπρᾶς καταλαζονεύονται χάριτος. ἢ τάχα κἀκεῖνο πλαγίως ὑποδηλοῖ ὅτι καὶ μείζων ἐστὶ καὶ κρείττων τοῦ Ἁβραὰμ, εἴπερ ἦν ἐκείνῳ πανήγυρις, τὸ καὶ μόνον γνῶναί τι περὶ αὐτοῦ. γυμνῶς μὲν γὰρ καὶ ἐπικαλύμματός τινος δίχα τοῦτο λέγειν οὐκ ἦν, διὰ τὸ ἐκείνων ἀκρατὲς εἰς ὀργὴν, ἑτέρῳ δὲ τρόπῳ κατασημαίνει πάλιν αὐτό. Καὶ μήτις οἰέσθω λέγοντα πρὸς Ἰουδαίους τὸν Ἰησοῦν Ἁβραὰμ ὁ πατὴρ ὑμῶν ἀπέθανεν, ἑαυτῷ φθέγγεσθαι τἀναντία, ἐπείπερ αὐτοὺς ποτὲ μὲν τῆς πρὸς Ἁβραὰμ οἰκειότητος ἐξίστησι λέγων "Εἰ τέκνα τοῦ Ἁβραὰμ ἦτε, τὰ ἔργα "τοῦ Ἁβραὰμ ἐποιεῖτε ἄν·" νυνὶ δ' αὖ πάλιν υἱοὺς Ἁβραὰμ ἀποκαλεῖ. ἰστέον δὲ ὅτι καλῶς ἐπ' ἀμφοῖν τὸν οἰκεῖον εἰς ἀλήθειαν ἀπευθύνει λόγον. ἐν μὲν γὰρ ἐκείνοις, τῆς πνευματικῆς εὐγενείας ὁριζόμενος τὴν ποιότητα, ἐν τῇ τῶν ἠθῶν ταυτότητι τὴν οἰκειότητα ζωγραφεῖ· ἐν δὲ τούτοις, μόνην αὐτοῖς καὶ γυμνὴν τῆς σαρκὸς ἀπονέμει τὴν συγγένειαν, ἵνα καὶ ἐν ἐκείνοις ἀληθεύῃ, καὶ ἐν τούτοις μὴ ψεύδηται. Εἶπον οὖν Ἰουδαῖοι πρὸς αὐτόν Πεντήκοντα ἔτη οὔπω ἔχεις, καὶ Ἁβραὰμ ἑώρακας; Ἀνόητος κομιδῇ τῶν Ἰουδαίων ὁ λόγος, καὶ πολλὴν ὠδίνων τὴν γελοιότητα· θαυμάσαι δ' ἄν τις αὐτοὺς καὶ σφόδρα εἰκότως εἰς τοσαύτην ἐκδεδραμηκότας τὴν ἀσυνεσίαν,