Ancient Greek · ~7 min
Volume 2
Cyrillus Theol., Commentarii in Joannem 2.130
Not analysed yet
νομιοῦμεν τὸν μακάριον Ἁβραὰμ τὴν ἡμέραν τεθεᾶσθαι τοῦ Σωτῆρος ἡμῶν Χριστοῦ, τουτέστι, τὸν καιρὸν τῆς ἐπιδημίας αὐτοῦ τῆς μετὰ σαρκὸς ἰδεῖν; οὐ πλατὺς μὲν ὁ λόγος· οὐ γὰρ ἔστιν εἰπεῖν ἐξ ἀντιῤῥήτου λαβόντα καὶ σαφηνίσαι· πλὴν ὡς ἔνι καλῶς τὰ εἰς τοῦτο νοοῦντες ἐροῦμεν, ὅτι καθάπερ ἑνὶ τῶν ἁγίων προφητῶν ἀπεκάλυψεν ὁ Θεὸς τὸ ἑαυτοῦ μυστήριον. ἤγουν τοῦ θεάσασθαι δώσομεν ἀληθῶς τὴν ἡμέραν αὐτὸν τῆς τοῦ Κυρίου σφαγῆς, δι' ἣν τὰ πάντα ἡμῖν αἰσίως ἐκβέβηκεν, καὶ καθάπερ ἐξ οὐρίας ἠνέχθη καλῶς, ὅτε καὶ εἰς τύπον αὐτοῦ τὸν μονογενῆ καὶ πρωτότοκον, τουτέστι τὸν Ἰσαὰκ, ἀναφέρειν εἰς θυσίαν ἐπετάττετο· ἱερουργοῦντι γὰρ εἰκὸς αὐτῷ τότε καθάπερ ἐν τύπῳ τῷ δρωμένῳ καταστῆναι σαφῆ τοῦ μυστηρίου τὴν ἀκρίβειαν. δοίη τις ἂν καὶ ἑτέρας εἰς τοῦτο τοῖς φιλομαθεστέροις τὰς ἀφορμάς. καὶ γὰρ εἶδεν ἄνδρας τρεῖς "πρὸς τῇ δρυῒ τῇ "Μαμβρῇ," ἀλλὰ καὶ ἐπαγγελίαν ἐδέχετο παρὰ Θεοῦ, ὅτι πατὴρ ἔσται πολλῶν ἐθνῶν, ὅπερ ἦν οὐχ ἑτέρως ἀνυσθῆναι δυνατὸν, εἰ μὴ διὰ τῆς εἰς Χριστὸν πίστεως ἐκλήθη πατέρα τὰ ἔθνη τὸν Ἁβραὰμ ἐπιγραφόμενα, καὶ ἐν τῇ τῶν οὐρανῶν βασιλείᾳ συνανακλιθησόμενά τε καὶ συμμεθέξοντα αὐτῷ τῆς ἐφ' ἅπασιν ἀγαθοῖς τοῦ Σωτῆρος ἡμῶν φιλοτιμίας. εἶδεν οὖν φησιν ὁ μακάριος Ἁβραὰμ, καὶ ἰδὼν ἐχάρη τὴν ἡμέραν τὴν ἐμήν. καὶ διὰ ποίαν αἰτίαν ἐπὶ τὸ καὶ ταῦτα φάναι πρόεισι Χριστὸς, ἀναγκαῖον εἰπεῖν. ἄνθρωπον ὁρῶντες αὐτὸν Ἰουδαῖοι διὰ τὸ περίβλημα τῆς σαρκὸς, οὐδὲν ἐνενόουν περὶ αὐτοῦ θεοπρεπὲς, ᾤοντο δὲ ὅτι καὶ θνητός ἐστι καθ' ἡμᾶς, ἅτε δὴ καὶ ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παρενεχθείς. ὅτι δὲ ἦν ἀΐδιος ὡς ἐξ ἀϊδίου Πατρὸς, πιστεύειν οὐκ ἤθελον διὰ πολλὴν ἀβουλίαν. ἵνα τοίνυν ἀποδείξῃ σαφῶς ὡς οὐ πρόσφατός ἐστιν, οὐδὲ ἀρτιγενὴς καθ' ἡμᾶς, ἀλλ' ὅτι καὶ