Ancient Greek · ~7 min
Volume 2
Cyrillus Theol., Commentarii in Joannem 2.133
Not analysed yet
ὅρκου τάξει προστιθεὶς τό Ἀμὴν εἰς βεβαίωσιν τῶν λεγομένων Πρὶν Ἁβραὰμ γενέσθαι ἐγώ εἰμι. οἰησόμεθα δὲ οὐδαμῶς ἐπαυχεῖν τὸν Μονογενῆ τῷ εἶναι πρὸ μόνου τοῦ Ἁβραάμ. ἔστι γὰρ πρὸ χρόνου παντὸς, καὶ πρεσβυτάτην ἔχει τὴν γέννησιν ἄναρχος ὢν ἐν Πατρί. ἐπειδὴ δὲ προὔκειτο πρὸς τὸ παρὸν ἡ πρὸς Ἁβραὰμ αὐτῷ σύγκρισις, ἐκείνου φησὶν ἑαυτὸν ὑπάρχειν ἀρχαιότερον, ὡσπερανεὶ λέγοι καὶ ὁ ἑκατὸν ἀριθμὸς τὸ τυχὸν, ὅτι μείζων εἰμὶ τοῦ δέκα, καὶ οὐχὶ πάντως ὡς γείτονα τῷ δέκα τὴν ὑπεροχὴν ἔχων, τὰ τοιαῦτα φήσειεν ἂν, ἀλλ' ὅτι πολὺ λίαν ὑπερκείμενος, καὶ ὑπὲρ τῶν δέκα ἐστίν. οὐκοῦν οὐ τοῖς Ἁβραὰμ ἁμιλλᾶται χρόνοις, οὐδὲ ὀλίγῳ προὔχειν ἑαυτὸν τῶν ἐκείνου καιρῶν διισχυρίζεται, ἀλλ' ἐπείπερ ἐστὶν ἄνω παντὸς χρόνου, καὶ παντὸς αἰῶνος ἀριθμὸν ἐξάλλεται, καὶ πρὸ τοῦ Ἁβραὰμ ἑαυτὸν εἶναί φησι, πρᾶγμα λέγων ἀληθές. οἰκείως δὲ σφόδρα καὶ καλῶς, ἐπὶ μὲν τοῦ Ἁβραὰμ τό Γενέσθαι τίθησιν, ἐφ' ἑαυτοῦ δὲ τό Εἰμι, δεικνὺς ὅτι τῷ μὲν ἐξ οὐκ ὄντων γενομένῳ πάντως ἂν ἕποιτο καὶ τὸ φθείρεσθαι δεῖν, τῷ δὲ ἀεὶ ὄντι τὸ πρὸς τὸ μὴ εἶναι χωρεῖν οὐκ ἂν συμβαίη ποτέ. μείζων οὖν ἄρα καὶ κρείττων τοῦ Ἁβραάμ· μείζων μὲν ὡς ἀΐδιος, κρείττων δὲ ὅτι μὴ φθείρεται καθάπερ ἐκεῖνος. Ἦραν οὖν λίθους ἵνα βάλωσιν ἐπ' αὐτόν· ὁ δὲ Ἰησοῦς ἐκρύβη καὶ ἐξῆλθεν ἐκ τοῦ ἱεροῦ. Οὐχ ὁρῶσι τὴν ἀλήθειαν, ἅτε δὴ καὶ ὄντως ψεῦσταί τε ὄντες αὐτοὶ, καὶ ψεύστην ἔχοντες τὸν πατέρα, κατὰ τὴν τοῦ Σωτῆρος φωνήν· ἀγανακτοῦσι δὲ πάλιν ἐπ' οὐδενὶ τῶν ἀνιᾶν εἰωθότων. ὥσπερ οὖν ἀδικουμένῃ τῇ τοῦ προπάτορος δόξῃ συναθλεῖν οἰόμενοι, διὰ τούτων ἀνεκαύθησαν πάλιν εἰς οὐκ εὐκαίρους ὀργὰς, καίτοι δέον μᾶλλον αὐτοὺς συνιδεῖν καὶ