Ancient Greek · ~6 min
Volume 2
Cyrillus Theol., Commentarii in Joannem 2.134
Not analysed yet
τῶν εἰρημένων εἰς δύναμιν, καὶ τίς ὁ ταῦτα λέγων ἐστὶν, ἀλλ' εἰς μανίαν ἀλογωτάτην καὶ θηριοπρεπῆ παραλόγως ἐκνεύοντες, λίθοις αὐτὸν ἐπιχειροῦσι σφενδονᾶν, ὥσπερ οὐκ ἀρκούντως διὰ πολλῆς ἤδη λοιδορίας προσκρούσαντες, ἤγουν μετρίαν ἐξ ἀπονοίας ἐφ' ἑαυτοῖς ἐπισυρόμενοι τὴν ὀργήν. θερμὸν μὲν οὖν καὶ παραλογώτατον τὸ τῶν Ἰουδαίων ἐγχείρημα· πρόεισι δὲ οὐκ εἰς ἔργον ἀκαίρως, ἀπῆν γὰρ ἔτι τοῦ παθεῖν ὁ καιρός. κατακρύπτει δὲ ἑαυτὸν ὁ Χριστὸς, οὐ τοίχοις ὑποδραμὼν, οὐχ ἕτερόν τι τοῦ ἰδίου προστησάμενος σώματος, ἀλλὰ τῇ δυνάμει τῆς θεότητος ἀφανῆ τοῖς ζητοῦσιν ἑαυτὸν καταστήσας. καὶ οὐκ ἠρκέσθη τῷ λαθεῖν, ἀλλὰ καὶ ἔξεισιν ἐκ τοῦ ἱεροῦ, τύπον ὥσπερ τινὰ πραγμάτων ἡμῖν νοητῶν καταγράφων ἐν τούτοις. τοῖς μὲν γὰρ ἀγαπῶσιν αὐτὸν ἐμφανής ἐστι διὰ παντὸς, κατὰ τό "Μακάριοι οἱ "καθαροὶ τῇ καρδίᾳ, ὅτι αὐτοὶ τὸν Θεὸν ὄψονται." ἀποτρέχει δὲ τῶν θεομαχεῖν εἰθισμένων, καὶ οὐδενὶ τῶν δυσσεβούντων φαίνεται, ἀλλ' οὐδὲ τὸ συνεῖναι τρόπον τινὰ καὶ συνδιαιτᾶσθαι τοῖς διώκουσιν αὐτὸν ποιεῖται φίλον, ἀποδημεῖ δὲ μᾶλλον αὐτῶν, καὶ ἀπανίσταται, πᾶσαν ὥσπερ ἑαυτῷ συνεξέλκων εὐθυμίαν, καὶ τῶν παρ' ἑαυτοῦ χαρισμάτων ἐρήμους ἀφεὶς τοὺς, ἀφ' ὧν ἂν πάθοι κακῶς, ὅσον εἰς τὸ θέλειν αὐτὸν ἀδικῆσαί φημι, καὶ εἰς τὰ τῶν δυσσεβούντων ἐγχειρήματα, εἰ καὶ μάταια πάντα δεικνύει Χριστὸς, ἀφάτῳ δυνάμει τῶν εἰς αὐτὸν πλημμελούντων τὸ ἀνόσιον ἀφανίζων θράσος. Καὶ παράγων εἶδεν ἄνθρωπον τυφλὸν ἐκ γενετῆς. Ἐμπαροινούντων αὐτῷ τῶν Ἰουδαίων, λίθοις τε ἤδη κατακοντίζειν ἐπιχειρούντων αὐτὸν, ἔξεισι μὲν τοῦ παρ' αὐτοῖς ἱεροῦ παραχρῆμα, καὶ τῆς τῶν διωκόντων ἀνοσιότητος ἑαυτὸν ὑπεξάγει. παρατρέχων δὲ τὸν ἐκ γενετῆς εὐθὺς