Ancient Greek · ~4 min
Volume 2
Cyrillus Theol., Commentarii in Joannem 2.136
Not analysed yet
ΚΕΦΑΛΗ Α. Ὅτι οὐκ ἐκ προγενεστέρων τῆς ψυχῆς ἁμαρτημάτων τὰ σωματικά τισιν ἐπισυμβαίνει πάθη, ἀλλ' οὐδὲ ἁμαρτίας πατέρων ἐπάγει τισὶν ὁ Θεὸς, τοὺς οὐδὲν ἡμαρτηκότας κολάζων, ἀλλὰ δίκαιον ἐφ' ἅπασιν ἐκφέρει τὸ κρῖμα. Καὶ ἠρώτησαν αὐτὸν οἱ μαθηταὶ αὐτοῦ λέγοντες Ῥαββὶ, τίς ἥμαρτεν, οὗτος ἢ οἱ γονεῖς αὐτοῦ, ἵνα τυφλὸς γεννηθῇ; ἀπεκρίθη ὁ Ἰησοῦς Οὔτε οὗτος ἥμαρτεν οὔτε οἱ γονεῖς αὐτοῦ, ἀλλ' ἵνα φανερωθῇ τὰ ἔργα τοῦ Θεοῦ ἐν αὐτῷ. ΧΡΗΣΤΟΜΑΘΕΙΣ μὲν καὶ λίαν ἐπιεικῶς οἱ σοφώτατοι μαθηταὶ, μᾶλλον δὲ οὐκ ἀθεεὶ πρὸς τὸ βούλεσθαι ταῦτα μαθεῖν παρωρμήθησαν, καὶ φιλοπευστοῦσι χρησίμως οὐχ ἑαυτοῖς τοσοῦτον, ὅσον ἡμῖν τὴν ἐντεῦθεν ὄνησιν ἐξαρτύοντες· ὠφελούμεθα γὰρ οὐ μετρίως, παρὰ τοῦ πάντα εἰδότος καὶ τὴν ἐν τούτοις ἀληθῆ δόξαν ἀκροώμενοι, καὶ πρὸς τούτοις ἔτι βδελυρίας ἐξιτήλων δογμάτων ἀποκρουόμενοι, ἃ μὴ παρὰ μόνοις ἦν Ἰουδαίοις, ἀλλὰ καὶ ἤδη τινὲς καὶ τῶν ἐπὶ γνώσει τῆς θεοπνεύστου γραφῆς ἀφορήτως ἐξωφρυωμένων, καὶ δοκούντων τελεῖν εἰς Χριστιανοὺς, ἀπετόλμησαν εἰπεῖν, ὡς ἐστὶν ἀληθὲς, ταῖς ἰδίαις μᾶλλον εὑρεσιλογίαις ἡδόμενοι, καὶ τῶν ἰδίων ἡττώμενοι θελημάτων, καὶ πλάνην Ἑλληνικὴν τοῖς τῆς Ἐκκλησίας ἀναφύρειν δόγμασιν οὐ καταδείσαντες.