Ancient Greek
Volume 2
Cyrillus Theol., Commentarii in Joannem 2.137
Not analysed yet
Ἰουδαῖοι μὲν γὰρ οἱ τάλανες ὡς προγονικῶν ἀσεβημάτων πραττόμενοι δίκας, ἢ καὶ ἀλογώτατα τὰς τῶν πατέρων ἁμαρτίας ἐπιῤῥιπτοῦντος αὐτοῖς τοῦ Θεοῦ, καὶ διεγόγγυζον οὐ μικρῶς, καὶ κατεγέλων ὡς ἀδικωτάτου κρίματος, καὶ δὴ καὶ ἔφασκον ὡς ἐν εἴδει παραβολῆς "Οἱ πατέρες ἔφαγον "ὄμφακα, καὶ οἱ ὀδόντες τῶν τέκνων ἐγομφίασαν." οὗτοι δὲ πάλιν γείτονά τε καὶ συγγενῆ νοσοῦντες ἀπαιδευσίαν τοῖς ἀρτίως ἡμῖν κατωνομασμένοις πρὸ τῆς τῶν σωμάτων κατασκευῆς προϋπάρχειν μὲν καὶ προϋφεστάναι τὰς τῶν ἀνθρώπων ψυχὰς διατείνονται, καταφοιτώσας δὲ προθύμως εἰς τὸ πλημμελεῖν καὶ πρὸ τῶν σωμάτων, τὸ τηνικάδε συνδεῖσθαι τούτοις αὐτὰς, ὡς ἐν τάξει κολάσεως τὸ ἐν σαρκὶ γενέσθαι δεχομένας. ἀλλ' ἑνὶ καὶ συντόμῳ λόγῳ τὰς παρ' ἀμφοῖν ἀσυνεσίας ἔλυσεν ὁ Χριστὸς, μήτε τὸν τυφλὸν ἡμαρτηκέναι, μήτε μὴν τοὺς τεκόντας αὐτὸν διισχυρισάμενος, ἀνατρέπει μὲν Ἰουδαίων τὸ δόγμα, οὐκ ἀπό τινος πλημμελείας τυφλὸν γεγεννῆσθαι τὸν ἄνθρωπον εἰπὼν, οὔτε ἐξ οἰκείας, οὔτε προγονικῆς, ἀλλ' οὐδὲ πατρὸς ἢ μητρός· καταστρέφει δὲ πάλιν τῆς τῶν ἑτέρων ἀβελτηρίας τοὺς ὕθλους, οἳ καὶ πρὸ σώματος ἁμαρτεῖν λέγουσι τὰς ψυχάς. Ἐρεῖ γάρ τις αὐτοῖς καὶ μάλα εἰκότως Πῶς εἰπέ μοι φησὶν ὁ Χριστὸς, μήτε τὸν τυφλὸν ἁμαρτῆσαι μήτε τοὺς γονεῖς αὐτοῦ; καίτοι καθαροὺς ἁμαρτίας οὐκ ἂν δοίημεν ὅλως ὑπάρχειν αὐτούς. ἀνθρώπους γὰρ ὄντας εἰκὸς δήπου πάντως, μᾶλλον δὲ ἦν ἀναγκαῖον, περιπίπτειν καὶ πταίσμασι. ποῖον οὖν ἄρα καιρὸν ὁρίζει Χριστὸς, καθ' ὃν ἀληθὴς ἡμῖν ὁ παρ' αὐτοῦ λόγος ὀφθήσεται, ὡς οὔτε ἥμαρτεν αὐτὸς οὔτε μὴν οἱ γονεῖς αὐτοῦ; ἀλλ' ἔστι δῆλον ὅτι τὸν