Ancient Greek · ~6 min
Volume 2
Cyrillus Theol., Commentarii in Joannem 2.150
Not analysed yet
θεῖον ἀνάττειν τολμῶντας θυσιαστήριον, καὶ βεβήλῳ τε καὶ ἀνοσίᾳ χειρὶ τῆς μυστικῆς εὐλογίας ἐπιθιγγάνειν "Διὰ τοῦτο "ἐν ὑμῖν πολλοὶ ἀσθενεῖς καὶ ἄῤῥωστοι, καὶ κοιμῶνται "ἱκανοί. εἰ γὰρ ἑαυτοὺς ἐκρίνομεν, οὐκ ἂν ἐκρινόμεθα· "κρινόμενοι δὲ ὑπὸ Κυρίου παιδευόμεθα, ἵνα μὴ σὺν τῷ "κόσμῳ κατακριθῶμεν." ὥστε τοῖς ἀῤῥωστήσασι καὶ τεθνεῶσιν ἔσθ' ὅτε διὰ θείας ὀργῆς ἐπενήνεκται τὸ παθεῖν. ἀλλὰ καὶ αὐτὸς ὁ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς, ὅτε τὸν πάρετον τῆς μακρᾶς ἀπέλυσε νόσου, καὶ παραδόξως ἔδειξεν ὑγιᾶ "Ἴδε, φησὶν, ὑγιὴς γέγονας· μηκέτι ἁμάρτανε, ἵνα μὴ "χεῖρόν σοι γένηται." ὡς ἐνδεχομένου γὰρ καὶ συμβαίνοντος τοῦ καὶ ἐν χείροσιν αὐτὸν γενέσθαι δι' ἁμαρτίας, εἰ μὴ φυλάξαιτο, διαφυγὼν ἅπαξ καὶ ἀνασεσωσμένος χάριτι τῇ παρ' αὐτοῦ, τὰ τοιαῦτά φησιν. ἀλλ' ἴσως ταύτῃ μὲν εἰρῆσθαι καλῶς συγχωρήσομεν· τοῖς δὲ ἐκ σπαργάνων καὶ ἐκ πρώτων τῆς γενέσεως χρόνων πεπονθόσι τι τῶν ἀπευκτῶν, καὶ τοῖς νοσήμασι συναποτεχθεῖσιν ἐκ μήτρας, ποῖον ἄν τις ἐφαρμόσαι λόγον, οὐ ῥᾴδιον συνιδεῖν. προεῖναι μὲν γὰρ τὴν ψυχὴν οὐ πιστεύομεν, ἀλλ' οὐδὲ πρὸ σώματος ἁμαρτεῖν οἰησόμεθα· πῶς γὰρ ἂν καὶ ἁμάρτοι τὸ κεκλημένον οὔπω πρὸς γένεσιν; ἁμαρτίας δὲ οὐκ οὔσης, ἀλλ' οὐδὲ τοῦ πάθους προηγησαμένου πταίσματος, τίνα λοιπὸν ἐροῦμεν τοῦ παθεῖν τὴν πρόφασιν; ἀλλ' ἔστιν ἀθέατα παντελῶς ταῖς ἡμετέραις διανοίαις τὰ πολὺ λίαν ὑπὲρ ἡμᾶς, καὶ τὸ περὶ τούτων ὅλως ἐθελῆσαι ζητεῖν συμβουλεύσαιμ' ἂν ἔγωγε παραιτεῖσθαι τοῖς σώφροσι, καὶ πρό γε πάντων ἐμαυτῷ. χρὴ γὰρ διανοεῖσθαι μᾶλλον ἃ προστετάγμεθα, καὶ βαθύτερα μὲν μὴ ἐξετάζειν, χαλεπώτερα δὲ μὴ ζητεῖν, μηδὲ ἀνορύττειν πειρᾶσθαι ῥιψοκινδύνως τὰ ἐγκεκρυμμένα μόνῃ τῇ θείᾳ καὶ ἀφράστῳ βουλῇ, ἐπιτρέπειν δὲ μᾶλλον εὐσεβῶς εἰδέναι μόνῳ Θεῷ