Ancient Greek · ~6 min
Volume 2
Cyrillus Theol., Commentarii in Joannem 2.149
Not analysed yet
ἐκ προγενεστέρων τῆς ψυχῆς ἁμαρτημάτων ἡ σωμάτωσις, ἀπεδείξαμεν. ἀνεῖλε γὰρ παραδόξως ἀποφήσας ἄμφω Χριστὸς, ἅτε δὴ καὶ τὰ πάντα γινώσκων ὡς Θεὸς, μᾶλλον δὲ αὐτὸς ὑπάρχων τῶν καθ' ἡμᾶς πραγμάτων ταμίας, καὶ τῶν ἑκάστῳ πρεπόντων, ἤτοι χρεωστουμένων, διανομεύς. ἐν μὲν γὰρ τῷ μὴ ἁμαρτῆσαι λέγειν τὸν τυφλὸν, μήτε μὴν διὰ τοῦτο τὴν τύφλωσιν ὑπομεῖναι, τὸ προγενεστέροις τοῦ σώματος πλημμελήμασιν ὑπαίτιον εἶναι νομίζειν τὴν τοῦ ἀνθρώπου ψυχὴν, ἀποφαίνει μωρόν· ἐν δὲ τῷ μήτε τοὺς γονεῖς πλημμελῆσαι διαῤῥήδην εἰπεῖν, ἵνα τυφλὸς ὁ ἐξ αὐτῶν γεννηθῇ, τὴν ἀνόητον τῶν Ἰουδαίων ὑπόνοιαν ἀναιρεῖ. διδάξας τοιγαροῦν ὅσον ἦν ἀναγκαῖον εἰδέναι τοὺς μαθητὰς, διὰ τὴν τῶν ἀρτίως ἡμῖν εἰρημένην δογμάτων ἀνατροπὴν, καὶ τοσοῦτον αὐτοῖς χαρισάμενος, ὅσον ἔδει τῇ ἀνθρώπου παραθέσθαι γνώσει, σιωπᾷ τὸ λεῖπον, καὶ οὐκέτι προστίθησιν ἐναργῶς τὴν αἰτίαν τοῦ γεννηθῆναι τυφλὸν τὸν ἐπ' οὐδενὶ προγενεστέρῳ κατηγορούμενον πταίσματι, μόνῃ τῇ θείᾳ φύσει τὴν ἐφ' ἅπασι τοῖς τοιούτοις εἴδησίν τε καὶ οἰκονομίαν ὡς ἐξαίρετον ἀναθείς. εὐφυέστατα δὲ πάλιν ἐφ' ἕτερόν τι παρατρέπει τὸν τῆς ἀποκρίσεως λόγον, καί φησιν Ἀλλ' ἵνα φανερωθῇ τὰ ἔργα τοῦ Θεοῦ ἐν αὐτῷ. Ἆρ' οὖν, ἐρεῖ τις, δογματίζει καὶ νῦν ἡμῖν ταῦτα λέγων ὁ Κύριος, ὡς διὰ τοῦτο καὶ μόνον τοῖς τῶν ἀνθρώπων σώμασι τοῦ πάσχειν ἐπισυμβαίνοντος, ἵνα φανερωθῇ τὰ ἔργα τοῦ Θεοῦ ἐν αὐτοῖς; ἀλλ' οὐ σφόδρα μοι δοκεῖ, μᾶλλον δὲ ἀπηχὲς παντελῶς τὸ οὕτω διακεῖσθαι καὶ φρονεῖν· οὐ γὰρ δογματίζων, ὥσπερ οὖν οἰήσεταί τις, τὰ τοιαῦτά φησιν. ὅτι μὲν γὰρ πλήττεσθαί τισιν ἐξ ἁμαρτιῶν συμβέβηκε, γραμμάτων πολλάκις ἐπυθόμεθα τῶν ἱερῶν. ὁ μὲν γὰρ Παῦλος ἐπιστέλλει σαφῶς πρὸς τοὺς ἀνίπτοις ὥσπερ ποσὶν ἐπὶ τὸ