Ancient Greek
Volume 2
Cyrillus Theol., Commentarii in Joannem 2.152
Not analysed yet
ἐστὶν ὡς ἐν ἑτέρῳ καὶ ἁπλουστέρῳ λόγῳ Οὐκ ἐξ οἰκείων ἁμαρτημάτων ἢ γονικῶν ὁ ἄνθρωπος ἀπετέχθη τυφλὸς, ἐπειδὴ δὲ ἅπαξ τοῦτο παθεῖν συμβέβηκε, δυνατὸν καὶ ἐν αὐτῷ δοξάζεσθαι τὸν Θεόν· ὅταν γὰρ ἐνεργείᾳ τῇ ἄνωθεν, τοῦ παρενοχλοῦντος καὶ ἐπισκήψαντος αὐτῷ πάθους ἐλεύθερος εὑρεθῇ, τίς οὐ θαυμάσει τὸν ἰατρόν; τίς δὲ τοῦ θεραπεύσαντος οὐ κατόψεται τὴν δύναμιν ἐν αὐτῷ; Ταύτην οἶμαι τὴν διάνοιαν ἐγκεῖσθαι τῷ προκειμένῳ, νοεῖν δὲ τοῖς συνετοῖς ἐξέστω τὰ τελειότερα· εἰ δὲ ὅτι πρέπει φιλονεικεῖν οἴονταί τινες, διά τε τοῦτό φασι τὸν τυφλὸν γεγεννῆσθαι τὸν ἄνθρωπον, ἵνα Χριστὸς ἐν αὐτῷ δοξασθῇ, πάλιν ἐροῦμεν αὐτοῖς Ἆρα οὖν ὦ γενναῖοι μόνος ἦν ἐκεῖνος ἐν ὅλῃ τῇ Ἰουδαίᾳ τυφλὸς ἐκ γενετῆς, κατὰ τὸν τῆς παρουσίας τοῦ Σωτῆρος ἡμῶν καιρὸν, ἄλλος δὲ οὐδεὶς τὸ παράπαν; ἀλλ' οἶμαι καὶ οὐχ ἑκόντες ὁμολογήσονται ὡς ἦν δὲ καί που σφόδρα εἰκὸς οὐκ εὐαρίθμητον ἐν ὅλῃ τῇ χώρᾳ τῶν τοιούτων εἶναι τὴν πληθύν. πῶς οὖν εἰς ἕνα καὶ μόνον, ἢ καὶ εἰς ἑτέρους τὸν ἀριθμὸν βραχεῖς ἡ ἐπίδειξις, ἤτοι φιλοτιμία, γέγονε τοῦ Χριστοῦ; ἀλλ' οἶμαί γε δὴ καὶ τὸ ἐπὶ τούτοις ὅλως διατείνεσθαι περιττόν. οὐκοῦν ὡς εὔηθες κομιδῇ παρωσάμενοι τὸ ἐξ ἀρχῆς, ἐροῦμεν ὡς ἀληθὲς, ὅτι τοσοῦτον ἡμῖν ἀποκαλύψας ἐν τοῖς ζητουμένοις ὅσον ἔδει μαθεῖν, ἀπονεύει πρὸς ἕτερον λόγον τῆς ἐν τούτοις ἐρεύνης εὐφυῶς ὑπεξάγων τὸν ἴδιον μαθητήν. Ἡμᾶς δεῖ ἐργάζεσθαι τὰ ἔργα τοῦ πέμψαντος ἡμᾶς ἕως ἡμέρα ἐστίν· ἔρχεται νὺξ, ὅτε οὐδεὶς δύναται ἐργάζεσθαι. Ἰδοὺ δὴ λίαν ἐν τούτοις σαφῶς τε καὶ ἐπιεικῶς μονονουχὶ καὶ ἕτερον ὑποπλήττει τοὺς μαθητὰς ὡς ἕτερόν τι τραπομένους παρ' ὅπερ ἐχρῆν, καὶ ἁμαξιτὸν μὲν ἀφέντας