Ancient Greek · ~6 min
Volume 2
Cyrillus Theol., Commentarii in Joannem 2.153
Not analysed yet
τὴν εὐτριβῆ τε καὶ βάσιμον, ὁδὸν δὲ ὥσπερ τὴν κατ' οὐδὲν αὐτοῖς πρέπουσαν ἰέναι θαρσήσαντας. τί γὰρ ζητεῖτε, φησὶν, ἃ σιωπᾶσθαι καλόν; τί δὲ τὸ τῷ καιρῷ πρέπον ἀφέντες, μανθάνειν ἐπείγεσθε τὰ ὑπὲρ ἀνθρώπου διάνοιαν; οὐ τῆς ἐπὶ τούτοις ἐρεύνης, ἀλλ' ἔργου, φησὶ, καὶ συντόνου σπουδῆς ὁ καιρός· δεῖν γὰρ οἶμαι μᾶλλον τὰ περὶ τούτων ἀνέντας φιλοπευστεῖν, ἐξανύσειν ἐπείγεσθαι τὰ προστεταγμένα παρὰ Θεοῦ, καὶ ἐπείπερ ἡμᾶς ἀνέδειξεν ἀποστόλους, τὰ τῆς ἀποστολῆς ἔργα πληροῦν. ἑαυτὸν δὲ τοῖς ἀπεσταλμένοις συναναπλέκων ὁ Κύριος, καὶ τοῖς ὀφείλουσιν ἐργάζεσθαι τίθησιν ἀριθμὸν, οὐχὶ πάντως ὡς μεθ' ἡμῶν, ἢ ὡς εἷς ἐξ ἡμῶν ἐξ ἀνάγκης δουλοπρεποῦς τοῖς τοῦ προστεταχότος θελήμασιν ὑποκείμενος τὰ τοιαῦτά φησιν· ἀλλὰ σύνηθές τι τῷ λόγῳ καὶ παρ' ἡμῖν τετριμμένον σχῆμα τετηρηκώς. εἰθίσμεθα γάρ πως, ἐπὰν μάλιστα τὰ τοῦ πλήττειν τοὺς ἀκροωμένους ὁ λόγος μὴ ὑπάρχῃ γυμνὸς, ἑαυτοὺς ἐκείνοις συνδεῖν τε καὶ συνεισφέρειν, καθάπερ οὖν ἀμέλει καὶ ὁ σοφώτατος Παῦλος Κορινθίοις προσλαλῶν, ὡς ἐφ' ἑαυτοῦ τε καὶ Ἀπολλὼ, τὸ τελευταῖον ἐπήνεγκεν "Ταῦτα δὲ, ἀδελφοὶ, μετεσχημάτισα "εἰς ἐμαυτὸν καὶ Ἀπολλὼ, ἵνα ἐν ἡμῖν μάθητε τὸ μὴ ὑπὲρ "ἃ γέγραπται φρονεῖν." ἕως τοίνυν ἡμέρα ἐστὶ, φησὶν, ἐργαζώμεθα τὰ ἔργα τοῦ πέμψαντος ἡμᾶς· ἥξει γὰρ νὺξ ὅτε οὐδεὶς ἐργάσασθαι δύναται. καὶ ἡμέραν μὲν ἐν τούτοις τὸν τῆς ἐνσωμάτου ζωῆς ὀνομάζει καιρόν· νύκτα δέ γε τὸν ἐν θανάτῳ χρόνον. ἐπειδὴ γὰρ ἡμέρα τοῖς ἔργοις μὲν ἀπενεμήθη, νὺξ δὲ ἀργίᾳ καὶ ὕπνῳ, διὰ τοῦτο τὸν μὲν τῆς ζωῆς χρόνον καθ' ὃν ἐργάζεσθαι δεῖ τὸ ἀγαθὸν, ἡμέραν εἶναί φασι, νύκτα δὲ τὸν ἐν τῇ κοιμήσει καιρὸν, καθ' ὃν οὐδὲν ἔστιν ἐργάσασθαι παντελῶς· "Ὁ γὰρ ἀποθανὼν δεδικαί-