Ancient Greek · ~6 min
Volume 2
Cyrillus Theol., Commentarii in Joannem 2.167
Not analysed yet
ἁμαρτίαν. ὅλον δὲ παραλελύσθαι τὸν νόμον ἀσυνέτως πιστεύουσι δι' ἑνὸς δακτύλου κίνησιν ἐν σαββάτῳ τετολμημένην, καίτοι τῆς φάτνης τὸν βοῦν ἀνιέντες αὐτοὶ, καὶ ἐφ' ὕδωρ ἀποκομίζοντες, ἀλλὰ καὶ εἰ πρόβατον εἰς βόθρον ἐμπέσοι, κατὰ τὸ γεγραμμένον, καὶ τοῦτο σὺν πολλῇ διανιστάντες σπουδῇ. οὐκοῦν διυλίζουσι τὸν κώνωπα, κατὰ τὴν τοῦ Σωτῆρος φωνήν· τοῦτο γὰρ ἦν ἐν αὐτοῖς ἐν ἔθει πολλῷ· ἀφρόνως δὲ σφόδρα καὶ λίαν ἀπεγνωσμένως οὐκ ἀποτιννύντες τὸ θαῦμα Χριστῷ, οὐδὲ ἐκ τοῦ κατορθώματος, τίς ἂν εἴη λοιπὸν ἐπιγινώσκειν αὐτὸν ἀνεχόμενοι, μικρολογοῦσι διὰ τὸ σάββατον, καὶ ὥσπερ ἁπάσης κατορθουμένης αὐτοῖς ἀρετῆς διὰ μόνου τοῦ ἀργεῖν ἐν σαββάτῳ, τῆς πρὸς Θεὸν οἰκειότητος ὁλοκλήρως ἐκπέμπουσιν, οὐκ εἶναι λέγοντες αὐτὸν παρὰ Θεοῦ, καίτοι μᾶλλον ἐχρῆν τὸν τῶν ἰδίων κατεξουσιάζοντα νόμων ἤδη παρόντα νοεῖν, καὶ ὅτι φίλον μὲν καὶ αἱρετὸν τῷ Θεῷ τὸ καὶ ἐν σαββάτῳ ἀγαθουργεῖν, καὶ τὸν ἐλέου δεόμενον, τῆς ἐλπίδος οὐκ ἀφεῖναι κενόν. πότε γάρ τις οὐκ ἂν ἐπαινέσαι τὸν τῶν ἀγαθῶν ἐργάτην, ἢ ποῖος τῆς ἀρετῆς κατατυραννήσει καιρός; οἱ δὲ καίτοι τὸν ἀρχαῖον ἐκεῖνον θαυμάζοντες Ἰησοῦν ἑλόντα μὲν ἐν σαββάτῳ τὴν Ἱεριχὼ, δρᾶν δὲ τὰ τοῖς νικῶσι συνήθη τοῖς πατράσιν αὐτῶν διατεταχότα, καὶ παρ' οὐδὲν ὅλως τὸ ἀργεῖν ἐν σαββάτῳ χρῆναι ποιησάμενον, ἐπιφύονται τῷ Χριστῷ, καὶ ὅσον εἰς ἰδίαν κακόνοιαν, οὐκ ἐξωθεῖν ἐπείγονται μόνον τῆς θεοπρεποῦς δόξης αὐτὸν, ἀλλὰ καὶ τοῖς ἁγίοις πρεπούσης ἀποστεροῦσι τιμῆς. εἰκαιομυθεῖν δὲ σφόδρα διὰ μόνης τῆς σφῶν βασκανίας ἀναπειθόμενοι, τὴν ἐπ' ἀσεβείᾳ καταχέουσι ψῆφον τοῦ δικαιοῦντος τὸν κόσμον, καὶ διὰ τοῦτο παρὰ Πατρὸς ὡς ἡμᾶς ἀφιγμένου.