Ancient Greek · ~6 min
Volume 2
Cyrillus Theol., Commentarii in Joannem 2.166
Not analysed yet
ἔγνων τὴν Ἱερουσαλὴμ, καὶ βλέπω μὲν θεῖον ἐν αὐτῇ περιαστράπτοντα ναὸν, ὁρῶ δὲ ἐν μέσῳ τὸ σεπτὸν ὄντως θυσιαστήριον· κἂν ἐπέκεινα πύλης εὑρεθῶ, ὅλην ἐν κύκλῳ περιαθρήσω τὴν Ἰουδαίαν, καὶ τί μὲν ὄρος ἐστὶ, τί δὲ φυτὸν ἐπιγνώσομαι. μεταμειβομένου δὲ τοῦ καιροῦ πρὸς ἑσπέραν, οὐκ ἔτι τὸν ἐμὸν ὀφθαλμὸν τὸ τῶν ἄνω θαυμάτων διαλήσεται κάλλος, οὐχ ὁ διαφανὴς τῶν ἀστέρων χορὸς, ἀλλ' οὐδὲ τῆς σελήνης τὸ πάγχρυσον σέλας. καταπλαγήσομαι διὰ τούτου τοῦ τεκτηναμένου τὴν τέχνην, ἀπὸ καλλονῆς κτισμάτων ἐπιγνώσομαι κἀγὼ τὸν Δημιουργόν. οὐκοῦν ὅσον ἧκεν εἰς πλάτος θεωρημάτων καὶ τὴν ἐν λόγοις κομψείαν, τοιαύτην τινὰ ὠδίνει δύναμιν τὸ εἰρημένον, αὐτό τε τό Βλέπω φημὶ καὶ τό Πηλὸν ἐποίησε καὶ ἔχρισέ μου τοὺς ὀφθαλμούς. οὐ γὰρ ἐξωθεῖται τὸ χαρίεν ἐν θεωρήμασιν, οὐδὲ ὡς κίβδηλον παραιτεῖται λόγος ὁ παρ' ἡμῖν, τουτέστιν, ὁ ἐκκλησιαστικός. οὐκοῦν ἀσυκοφάντητον ἀληθῶς τὴν τοῦ θεραπεύσαντος δύναμιν, ὅσον ἦν ἐν αὐτῷ, διατηρῶν τὰ τοιαῦτά φησιν, ὁ, ἐπείπερ ἠλεήθη παρὰ Χριστοῦ, παρὰ τοῖς ἱερεῦσι κρινόμενος. Ἔλεγον οὖν ἐκ τῶν Φαρισαίων τινές Οὐκ ἔστιν οὗτος παρὰ Θεοῦ ὁ ἄνθρωπος, ὅτι τὸ σάββατον οὐ τηρεῖ. Οὐκ εἶναί φασι ληροῦντες παρὰ Θεοῦ τὸν ᾧ πρόσεστιν ἐνεργεῖν δύνασθαι τὰ Θεοῦ, καὶ ἴσῳ δόξης μέτρῳ στεφανούμενον βλέποντες τῷ πάντα ἰσχύοντι Πατρὶ τὸν Υἱὸν, τὸν ἐπ' ἀσεβείᾳ μῶμον ἐπιῤῥιπτεῖν οὐκ αἰσχύνονται παραλόγως αὐτῷ, παρωσάμενοι δὲ τὴν ἐκ τοῦ παραδόξου βοὴν, τὸν οἰκεῖον ἀντεξάγουσι φθόνον τῷ θαυματουργῷ, καὶ κατηγοροῦσιν ἀφυλάκτως ὡς πλημμελήσαντος τοῦ μὴ εἰδότος