Ancient Greek · ~6 min
Volume 2
Cyrillus Theol., Commentarii in Joannem 2.169
Not analysed yet
γὰρ μὲν τίς αὐτοὺς βουθυτεῖν ἑλομένους κατὰ τὸ σάββατον, ἢ καὶ τοὺς τῶν ἄλλων θυσιῶν ἐπιτηδεύοντας τρόπους; ἐγκαλέσαι μὲν πάλιν μᾶλλον εἰκότως εἰ μὴ δρῷεν ἃ χρῆν, καὶ τοῖς τῆς λατρείας νόμοις ὠφείλετο. ὅτε τοίνυν τὰ ὑπὲρ τῆς τινων σωτηρίας κατὰ νόμον καθοσιούμενα ἀδιακωλύτως καὶ ἐν σαββάτῳ πρὸς τὸ θεῖον ἀναβαίνει θυσιαστήριον, πῶς οὐκ ἂν μᾶλλον ἐπιτελοῖτο πρεπωδέστερον ἡ εἰς ἄνθρωπον χάρις, δι' ὃν τὸ θαῦμα καὶ ἐν σαββάτῳ δεκτόν; λογισμῷ τοιγαροῦν τῷ πρέποντι πρὸς τὸ κρίνειν ἄριστα κεκλημένοι τῶν Ἰουδαίων τινὲς, καὶ μόλις τῆς τῷ ἔθνει προσούσης ἀμαθίας τὴν ἀχλὺν τῶν τῆς διανοίας ὀμμάτων ἀποπεμψάμενοι, τὴν τοῦ Σωτῆρος θαυμάζουσι δόξαν, εἰ καὶ οὔπω σφόδρα καλῶς· ἐλάττονα γὰρ ἤπερ ἐχρῆν λαλοῦσι περὶ αὐτοῦ, ἀποσχίζονται δὲ τῶν ἑτοίμως κατακρινόντων αὐτόν. οἱ μὲν γὰρ ἀνοσίως φθόνῳ τὸ νικᾶν ἢ λογισμῷ διδόντες τῷ πρέποντι, καὶ τὸ μηδαμόθεν ἐγκαλεῖσθαι πεφυκὸς εἰς παρανομίας δέχονται δύναμιν· οἱ δὲ τῇ φύσει τοῦ πράγματος ἐνορῶντες ὀρθῶς, τῆς ἐκείνων μωρίας καταδικάζουσιν. Εἰκὸς δὲ δήπου καὶ ἕτερόν τι κατορθοῦν ἑλομένους εἰπεῖν τό Πῶς δύναται ἄνθρωπος ἁμαρτωλὸς τοιαῦτα σημεῖα ποιεῖν; ὅλῳ γὰρ, ὡς ἔπος εἰπεῖν, συναθλεῖν ἐπείγονται τῷ τῶν ἁγίων θεσμῷ. εἰ γὰρ ὅλως ἐξεῖναι, φασὶν, ἐπιτρέψομεν, καὶ τοῖς εἰωθόσι πλημμελεῖν τοῖς ὑπὲρ λόγον ἐπισεμνύνεσθαι, καὶ θαυμάτων ὁρᾶσθαι αὐτοὺς δημιουργοὺς, τί τὸ κωλύον ἔτι φανεῖται τοὺς φιλεγκλήμονας τῆς τῶν προφητῶν πληθύος κατηγορεῖν, ἢ καὶ αὐτῷ λοιπὸν ἐπιφύεσθαι τῷ μακαρίῳ Μωυσεῖ, καὶ ἐν μηδενὶ ποιεῖσθαι λόγῳ τὸν οὕτω σεπτὸν, εἰ καὶ ἐπὶ τοῖς ἁπάντων ἀρίστοις μαρτυροῖτο κατορθώμασιν; οὐκοῦν καὶ αὐτοὶ συναγορεύουσι τῇ τῶν πατέρων δόξῃ διὰ Χριστὸν, πρόφασιν ὥσπερ τινὰ τῆς εἰς ἐκείνους ἀγάπης καὶ τὰ ἐπ' αὐτῷ δεξάμενοι.