Ancient Greek · ~6 min
Volume 2
Cyrillus Theol., Commentarii in Joannem 2.170
Not analysed yet
Λέγουσιν οὖν πάλιν τῷ τυφλῷ Τί σὺ λέγεις περὶ αὐτοῦ ὅτι ἤνοιξέ σου τοὺς ὀφθαλμούς; Παραπαίειν νομίζουσι τοὺς τὰ δίκαια κρίνειν προθυμουμένους· ἐπιλελῆσθαι δέ μοι δοκοῦσι παντελῶς τοῦ λέγοντος Κρῖμα δίκαιον κρίνατε, προκατειλημμένοι δὲ ὥσπερ τοῖς ἀπὸ φθόνου δεσμοῖς, φωνῆς ὅλως ἐπαΐειν τιμώσης Χριστὸν οὐκ ἀνέχονται, ἀλλ' ὥσπερ τινὰ τῶν αὐτοῖς πολεμιωτάτων τὸν τῶν παραδόξων συνειπεῖν θέλοντα παραιτούμενοι, καὶ μικρὰ τῆς ἑαυτῶν φροντίσαντες κεφαλῆς παρατρέπουσιν ἀλαζόνως τοὺς λόγους ἐπὶ τὸν ἄνθρωπον, ὃς ἦν τεθεραπευμένος, καὶ τὸ πολλάκις ἀκουσθὲν ἐρωτῶσιν εἰσαῦθις, προκεκληκότες μὲν ἤδη φαῦλόν τε καὶ ἁμαρτωλὸν τὸν ἐνεργήσαντά τι κατὰ τὸ σάββατον· οἰόμενοι δὲ διὰ τοῦτο καταδικάσειν αὐτοῦ σὺν αὐτοῖς τὸν τυφλὸν, καὶ ταῖς παρ' αὐτῶν ἀκολουθήσειν φωναῖς, τὰς μὲν ἐπὶ τῇ τοῦ πάθους ἀπαλλαγῇ χαριστηρίους εὐχὰς περιστείλαντα, δεδιότα δὲ καὶ τὴν παρ' ἐκείνων ὀργὴν καταπεφρικότα, κατηγορήσειν εὐκόλως ὡς παροινήσαντος τῷ νόμῳ διὰ τὸ σάββατον. πονηρὸς μὲν οὖν τῶν Φαρισαίων ὁ λογισμὸς, ὅτι δὲ ἀμαθὴς οὐκ ἀμφίβολον. τί γὰρ ἂν ἠδίκησε τοῦ παραδόξου τὴν δύναμιν ἑνὸς ἀχαρίστου φωνή; ἢ πῶς οὐκ ἐν δόξῃ θεοπρεπεῖ φανεῖται Χριστὸς εἴπερ ἐνικήθη τῷ φόβῳ τὸ τυχὸν ὁ τυφλὸς, καὶ τὸ ὑπομεῖναί τι τῶν εἰωθότων λυπεῖν παραιτούμενος τὴν χάριν ἠρνήσατο; ἀλλὰ δεινὸς εἰς τὸ πείθειν ὁ φθόνος τοὺς ὠδίνοντας αὐτὸν πρὸς τὸ δρᾶν ἐπείγεσθαί τι θερμῶς, κἂν ἔχῃ πολὺ τὸ γελᾶσθαι δικαίως· ἀπηλλαγμένος δὲ τῶν τοιούτων ὁ νοῦς, λογισμοὺς μὲν ἀσυνέτους διαπηδᾶ, ἀθόλωτον δὲ τὸ οἰκεῖον ἀεὶ διασώζων κάλλος, φέρεται κατ' εὐθὺ τοῦ πρέποντος, καὶ τῶν τῆς