Ancient Greek · ~6 min
Volume 2
Cyrillus Theol., Commentarii in Joannem 2.174
Not analysed yet
Ἀπεκρίθησαν οἱ γονεῖς αὐτοῦ καὶ εἶπον Οἴδαμεν ὅτι οὖτός ἐστιν ὁ υἱὸς ἡμῶν καὶ ὅτι τυφλὸς ἐγεννήθη· πῶς δὲ νῦν βλέπει οὐκ οἴδαμεν, ἢ τίς ἀνέῳξεν αὐτοῦ τοὺς ὀφθαλμοὺς ἡμεῖς οὐκ οἴδαμεν· αὐτὸν ἐρωτήσατε, ἡλικίαν ἔχει αὐτὸς περὶ αὑτοῦ λαλῆσαι. Ὁμολογοῦσιν ὡς ἀληθὲς, τὸ μηδαμόθεν ἀμφίβολον, καὶ ἐφ' ᾧπερ εἰκὸς ἦν ὑπομεῖναι τῶν ἀβουλήτων οὐδέν· εἰδέναι μὲν γὰρ τὴν ἰδίαν φάσκουσι γονὴν, καὶ τῆς ὠδῖνος οὐκ ἀρνοῦνται τὸ γνήσιον, συνετέχθη δὲ ὅτι τῷ πάθει λέγουσι σαφῶς· ἀναδύονται γεμὴν τοῦ θαύματος τὴν ἐξήγησιν, τῇ τοῦ πράγματος φύσει τοῦτο βοᾶν ἐπιτρέποντες, καὶ αὐτὸ μᾶλλον πρεπωδέστερόν πως εἶναι διαβεβαιούμενοι τό Τίνα τρόπον τεθεράπευται, λέγειν τῷ ἰδίῳ γεννήματι· δεινὸς δέ πως ἐστιν εἰς τὸ ἀποστῆσαι τοῦ πρέποντος ὁ ἐπὶ κινδύνῳ φόβος. διὸ δὴ τὴν τῶν Φαρισαίων ὠμότητα καταφρίττοντες, οὐ τετηρήκασι τοῦτό που καλῶς εἰρημένον "Ἕως θανάτου "ἀγώνισαι ὑπὲρ τῆς ἀληθείας." εἰκὸς δὲ δή τι παθεῖν αὐτοὺς ἕτερον· δειλὸς γὰρ ὁ πένης πανταχῇ, καὶ τὸ ἀντιβλέπειν δύνασθαί τισιν ἐξ ἀχρηματίας παραιρούμενος, ὑποφεύγει πολλάκις εἰς ἀβούλητον σιωπὴν καὶ τὴν ἐξ ἀνάγκης ἀνεξικακίαν. ὡς γὰρ ἤδη διαρκῶς τῷ τῆς πτωχείας ἄχθει συντετριμμένος, ὡς τὸ καὶ ἑτέροις καταφορτίζεσθαι κακοῖς ἀποναρκᾷ. τοιοῦτόν τι παθεῖν ὑποτοπητέον τοὺς τεκόντας τὸν τυφλὸν, εἰ καὶ ὅτι μάλιστα σὺν ἀκολουθίᾳ πολλῇ πρόεισιν ὁ λόγος αὐτοῖς. τὸ μὲν γὰρ εἰδέναι τὸν ἐξ ἑαυτῶν δήπου πάντως μᾶλλον αὐτοῖς καὶ οὐχὶ τῷ γεννηθέντι πρεπωδέστερον ἀναθείη τις ἂν, τὸ γεμὴν εἰδέναι τὸν ἰατρὸν οὐχὶ πάντως τοῖς γεγεννηκόσιν, εἴη δ' ἂν μᾶλλον ἁρμοδιώτερον τῷ διὰ πείρας ἔχοντι τὴν ἀπὸ τοῦ θαύματος χάριν. οὐκοῦν