Ancient Greek · ~6 min
Volume 2
Cyrillus Theol., Commentarii in Joannem 2.173
Not analysed yet
ῥῆμα διηγγελκότος, οὐ δύο μόνον καὶ τριῶν ἀκυροῦντες ἐπιμαρτύρησιν, ἀλλ' ὡς εἰκὸς καὶ πλειόνων, ἐφ' ἑτέρους ἔρχονται τοὺς γονεῖς τοῦ τεθεραπευμένου, πρᾶγμα ποιοῦντες παράνομόν τε καὶ ἀμαθές. ἀλλ' οὐδὲν αὐτοῖς ὁ νόμος, ὅτε τι τῶν ἐν οἰκείαις ἡδοναῖς ἐξανύειν ἐπείγονται. ἐπειδὴ γὰρ ἐδυσώπει καὶ οὐχ ἑκόντας ἤδη τὸ θαῦμα μαρτυρούμενον διά τε τῆς γειτόνων καὶ διὰ τῆς τοῦ θεραπευθέντος φωνῆς, προσεδόκησαν ἀναπείθειν δύνασθαι τοὺς ἐρωτωμένους παρ' οὐδὲν μὲν ποιήσασθαι τὴν ἀλήθειαν, εἰπεῖν δὲ μᾶλλον τὰ κατὰ γνώμην αὐτοῖς. ὅρα γὰρ ὅπως ἐμβριθέστερόν πως αὐτοὺς διερωτῶντές φασιν Οὗτός ἐστιν ὁ υἱὸς ὑμῶν ὃν ὑμεῖς λέγετε ὅτι τυφλὸς ἐγεννήθη; μόνον γὰρ οὐχὶ τὰ πάνδεινα δρᾶν εἰς αὐτοὺς διισχυρίζονται, καὶ ἀμέτρῳ καταπτοοῦσι δείματι πρὸς ἐκεῖνο καλοῦντες ὡς ἐξ ἀνάγκης καὶ βίας ὅπερ ἀκούειν ἤθελον. τοῦτο δὲ ἦν τό Οὐκ ἐγεννήθη τυφλός. εἷς γὰρ ἦν ἐν αὐτοῖς καὶ δυσσεβὴς ὁ σκοπὸς, τὴν ἐπὶ Χριστῷ τῶν ὄχλων παραλῦσαι διάληψιν, καὶ ἀνατρέψαι τῶν ἤδη τεθαυμακότων τὴν ἀγνώμονα πίστιν. ὅνπερ δὲ τρόπον οἱ πόλιν τινὰ τῶν εὐτυχεστάτων ἐξελεῖν σπουδάζοντες, κύκλῳ μὲν ἅπασαν περιθέουσι, παντοδαποῖς δὲ αὐτὴν ἐκπολιορκοῦσι τρόποις, ποτὲ μὲν διορύττειν τὰς ὑποβάθρας ἐπείγονται, ποτὲ δὲ τοῖς πύργοις τὰς ἐκ τῶν ἑλεπόλεων ἐφιστᾶσι πληγάς· οὕτω καὶ οἱ πάντολμοι Φαρισαῖοι ταῖς σφῶν αὐτῶν δυστροπίαις πολιορκοῦσι τὸ θαῦμα, καὶ τρόπον οὐδένα δυσσεβείας καταλιμπάνουσιν. ἀλλ' οὐκ ἦν τὸ πᾶσι διεγνωσμένον ὡς ἕωλον ἀποκρούσασθαι, καὶ τὸ πολλοῖς ἤδη τεθαυμασμένον εἰς ἀφανεστέραν καταστρέψαι διάληψιν.