Ancient Greek · ~6 min
Volume 2
Cyrillus Theol., Commentarii in Joannem 2.178
Not analysed yet
καὶ πιστεύειν αὐτοῖς ἐπιτάττουσι, κἂν τῆς ἀνωτάτω πασῶν ἀσεβείας ἁπτόμενοι ἁμαρτωλὸν εἶναι λέγουσι τὸν ἐπ' ὀλέθρῳ τῆς ἁμαρτίας ἐπιδημήσαντα. καὶ τῆς μὲν ἐπὶ τοῦτο συκοφαντίας οὐδεμίαν παντελῶς παρακομίζουσι τὴν ἀπόδειξιν, περιαυτιζόμενοι δὲ καὶ φρονοῦντες ἐφ' ἑαυτοῖς μέγα τι καὶ ἐξαίσιον δι' αὐτὸ δὴ καὶ μόνον τὸ ἡγεῖσθαι λαῶν τῇ τῶν προσώπων περιφανείᾳ τὴν πίστιν χαρίζεσθαι, καὶ καθάπερ ἐν ὀφλήματος τάξει καταθέσθαι διακελεύονται. τὸ γάρ Ἡμεῖς οἴδαμεν, τὴν ἀσύγκριτον ὠδῖνον ὑπεροψίαν ἁλώσεται παρά γε τοῖς τὸν ἑαυτῶν λανθάνοντα βασανίζουσι νοῦν. ἀλλ' ἔστι κἀντεῦθεν οὐ μετρίως ἀποθαυμάσαι τὸν τῶν Ἰουδαίων ἀπόπληκτον νοῦν. ἀνατιθέναι γὰρ τῷ Θεῷ τὴν ἐπὶ τῷ παραδόξῳ προστάττοντες δόξαν, ἅτε δὴ καὶ μόνῳ τῶν τοιούτων ἐργάτῃ, τὸν ἐξ οἰκείας ἰσχύος ἐνεργήσαντα [τὰ] τοῦ Θεοῦ κατακρίνουσι, καὶ οὐχ ὅπως αὐτοὶ μόνοι οἱ τάλανες, συμφρονεῖν δὲ καὶ ἑτέρους ἐπαναγκάζουσι· μόνῃ δὲ γνώσει τῇ ἑαυτῶν ἀπονέμοντες τὸ εἰδέναι σαφῶς ὡς ἁμαρτωλὸς εἴη Χριστὸς, ἀγνοοῦσιν ὅπως τὰ χείριστα τῆς οἰκείας καθορίζουσι κεφαλῆς. πολὺ γὰρ ταῖς νομομαθείαις ἐπαυχεῖν εἰωθότες, καὶ τοῖς ἱεροῖς ἀφορήτως ἐπισοβαρευόμενοι γράμμασι, μείζονα δὴ πάντως ἀποτίσουσι δίκην ὡς ἐξὸν μὲν εἰδέναι τὸ ἐπὶ Χριστῷ μυστήριον διά τε νόμου καὶ τῶν προφητῶν πολυειδῶς ἐκτυπούμενόν τε καὶ βοώμενον, αὐτόκλητον δὲ διὰ πολλῆς ἄγαν τῆς ῥᾳθυμίας ἁρπάζοντες ἄγνοιαν, ἢ καὶ εἰδότες μὲν ἀκριβῶς, μὴ μὴν ὅπερ ἔδει δρᾶν καὶ μάλιστα προθύμως ἐθελήσαντές ποτε. παιδαγωγεῖν γὰρ ἔδει τῶν ἀγελαίων τὸν νοῦν πρὸς κατάληψιν τῶν ἐπὶ Χριστῷ μυστηρίων, καὶ πειρᾶσθαι μᾶλλον καθηγεῖσθαι τῶν ἄλλων πρὸς ἐπίγνωσιν ὧν ἔδει μαθεῖν. ἀλλ' οἱ πλατεῖς εἰς λόγους, καὶ