Ancient Greek · ~6 min
Volume 2
Cyrillus Theol., Commentarii in Joannem 2.179
Not analysed yet
δεινοὶ πρὸς ἀλαζονείας, τό Ἡμεῖς οἴδαμεν, πολὺ λίαν ἀπηυχενισμένως ἀναβοήσαντες, τὰς μὲν τοῦ νόμου παρωθοῦντες φωνὰς, οὐδὲν τὰ Μωυσέως εἶναι λογίζονται, ὄχλος δὲ ἄλλως αὐτοῖς καὶ τὰ ἐκ προφητῶν εἶναι δοκεῖ· τίθενται γὰρ εἰς διάνοιαν οὐδαμῶς τὰ διὰ τῆς τοῦ προφήτου φωνῆς ἔσεσθαι προηγγελμένα κατὰ τὸν καιρὸν τῆς ἐπιδημίας τοῦ Σωτῆρος ἡμῶν Χριστοῦ· "Τότε γὰρ, φησὶν, ἀνοιχθήσονται "ὀφθαλμοὶ τυφλῶν, καὶ ὦτα κωφῶν ἀκούσονται· τότε "ἁλεῖται ὡς ἔλαφος ὁ χωλὸς, καὶ τρανὴ ἔσται γλῶσσα "μογιλάλων." τεθεράπευται μὲν γὰρ ὁ παράλυτος ἐπὶ τῇ κολυμβήθρᾳ τῇ Βηζαθὰ, τριακοστὸν δὲ καὶ ὄγδοον ἔτος διατετελεκὼς "ἐν τῇ ἀσθενείᾳ αὐτοῦ," καθὰ γέγραπται, ἑνὶ τοῦ Σωτῆρος ῥήματι τὸ κλινίδιον ἀφεὶς ἐλάφου δίκην ἐξήλατο· καὶ ἐπ' ἐκείνῳ θαυμάσαι δέον τὸν Ἰησοῦν, τὴν ἐπὶ τῷ σαββάτῳ λύσιν ἐθρήνουν, καὶ παραβεβάσθαι τὸν νόμον διατεινόμενοι, τὴν ἐπὶ τῷ θαύματι κατεσοφίζοντο χάριν. ἐκβληθέντος δέ ποτε δαιμονίου λελάληκεν ὁ κωφός· οἱ δὲ πρὸς οὕτω δεινὴν ἀσυνεσίαν ἐξώλισθον, ὡς μηδὲ βραχεῖαν ἐντεῦθεν ἀποκερδάναι τὴν ὄνησιν. ἀνέβλεψεν ὁ τυφλὸς, προφητικὸν πεπλήρωται κήρυγμα, ἡ διὰ τοῦ Πνεύματος εἰς πέρας ἤχθη φωνὴ, καὶ τί; πάλιν ἐπὶ τούτοις νοσοῦσιν ἐκεῖνοι, κατακρίνουσι τὸν θαυματουργὸν, ἁμαρτίαν καθορίζουσι τοῦ θεοπρεπῶς ἐκλάμπειν ἰσχύοντος, καὶ τὸ ἐκ μακρῶν ἄνωθεν χρόνων ἔσεσθαι προσδοκηθὲν, παρὸν ἤδη δεικνύοντος. Ἀπεκρίθη οὖν ἐκεῖνος Εἰ ἁμαρτωλός ἐστιν οὐκ οἶδα· ἓν οἶδα, ὅτι τυφλὸς ὢν ἄρτι βλέπω. Διττὴν, ὡς ἔοικεν, ὁ ποτὲ τυφλὸς συνεκομίσατο χάριν παρὰ Χριστοῦ· συνελαμπρύνθη πως αὐτῷ δὲ τοῖς τοῦ σώματος ὀφθαλμοῖς καὶ ὁ νοῦς· καὶ ἡλίου μὲν τοῦ καθ' ἡμᾶς τὸ σέλας ἐν σαρκικοῖς ἔχει τοῖς ὄμμασιν, ἀκτῖνα δὲ