Ancient Greek · ~6 min
Volume 2
Cyrillus Theol., Commentarii in Joannem 2.183
Not analysed yet
μένης, ὡς εἰ μὴ καὶ λόγῳ τυχὸν, ἀλλ' οὖν ἐμαθητεύθη τῷ θαύματι, καὶ πεπίστευκεν ἤδη παραδόξως τὸ βλέπειν ἐν διδασκαλίας τάξει λαβών. ἐν γὰρ δὴ τῷ πρὸς ἐκείνους εἰπεῖν Μὴ καὶ ὑμεῖς θέλετε μαθηταὶ αὐτοῦ γενέσθαι, τὴν οἰκείαν ὥσπερ προεκάλυψε γνώμην, ὡς ἤδη θελήσαντός τε καὶ γεγονότος· μελετῶν δὲ τρόπον τινὰ καὶ πρὸ ὁλοκλήρου τῆς πίστεως τό "Δωρεὰν ἐλάβετε, δωρεὰν δότε," ηὐτρέπισται τάχα καὶ λίαν ἀφθόνως εἰς τὸ παιδεύειν αὐτοὺς τὰ λυσιτελῆ· διισχυρίζεται ἀοκνότατα δὲ καὶ πολλάκις ἐρεῖν τὰ ἐπὶ τῷ θαύματι, εἰ μαθητείαν ὄντως ποιοῖντο τὴν ἐξήγησιν. τετήρηκεν οὖν ἄρα καὶ σφόδρα καλῶς τὸ ἐν βίβλῳ παροιμιῶν "Εἰς ὦτα ἀκουόντων λάλει." Ἔοικε δέ πως ὑπαινίττεσθαι διὰ τούτων λεληθός τι καὶ κεκρυμμένον. καὶ τί τοῦτό ἐστιν, ἐν βραχέσιν ἐρῶ. ἦσάν τινες ἐν τοῖς ἡγουμένοις οἳ διεγνώκεισαν μὲν ὅτι Χριστὸς εἴη κατὰ ἀλήθειαν ὁ Θαυματουργῶν, κεχωσμένην δὲ ὥσπερ ἐν ὠδῖσι τὴν ἐπ' αὐτῷ κρύπτοντες γνῶσιν ἔτι πολλοὺς διελάνθανον. μαρτυρήσει δὲ καὶ αὐτὸς ἡμῖν ὁ σοφὸς λέγων Εὐαγγελιστὴς, ὅτι ἔγνωσαν μὲν οἱ ἄρχοντες, ὅτι αὐτός ἐστιν ὁ Χριστὸς, "διὰ γεμὴν τοὺς Φαρισαίους οὐχ ὡμολο"γοῦν·" ἐπαγωνιεῖται δέ πως τοῖς περὶ τοῦτον λόγοις καὶ ὁ Νικόδημος διαῤῥήδην ἀναβοῶν καὶ λέγων πρὸς τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν "Ῥαββὶ, οἴδαμεν ὅτι ἀπὸ Θεοῦ "ἐλήλυθας διδάσκαλος, καὶ ὅτι οὐδεὶς δύναται ταῦτα τὰ "σημεῖα ποιεῖν ἂ σὺ ποιεῖς, ἐὰν μὴ ᾖ ὁ Θεὸς μετ' αὐτοῦ." ᾔδεσαν οὖν ἄρα τῶν ἀρχόντων τινὲς, καὶ διετεθρύλητό πως ὁ περὶ τούτου λόγος ἀνὰ πᾶσαν τὴν Ἱερουσαλήμ. ἐγνωκέναι μὲν τοὺς ἄρχοντας ἡ τῶν Ἰουδαίων πληθὺς ὑπονοεῖ, μὴ μὴν