Ancient Greek · ~5 min
Volume 2
Cyrillus Theol., Commentarii in Joannem 2.182
Not analysed yet
μὴ πέπρακταί τι τῶν ἔξω νόμου διὰ τὴν ἐν σαββάτῳ θεοσημίαν. ἀγριαίνοντα γὰρ τὸν ἐν αὐτοῖς θηριοπρεπῆ λογισμὸν κατάγχει τὸ συνειδὸς, χαλινὸν ὥσπερ ἐπιφέρον καὶ οὐχ ἑκοῦσι τὸν ἔλεγχον. Ἀπεκρίθη αὐτοῖς Εἶπον ὑμῖν ἤδη, καὶ οὐκ ἠκούσατε· τί πάλιν θέλετε ἀκούειν; Περιττὸν ἤδη φαίνεται, φησὶ, τὸ καὶ εἰσαῦθις εἰπεῖν εἰς ἀπειθεῖς ἀκοὰς, εἰκαῖον δὲ σφόδρα τὸ καὶ πλειστάκις ὑμᾶς περὶ τούτων διερωτᾶν, οἵ γε ὠφελεῖσθε μὲν τὸ παράπαν οὐδὲν, καίτοι μαθόντες καὶ πεπεισμένοι, ἀνελίττειν δέ με καὶ νῦν τοὺς αὐτοὺς προστάττετε λόγους ἐπ' οὐδενὶ τῶν χρησίμων, ὡς ἡ πεῖρα βοᾷ. ἐλέγχει γὰρ διὰ τούτων τοὺς Φαρισαίους ὁ τεθεραπευμένος ὡς ἀνοηταίνουσι κομιδῇ, "τὴν "μὲν ἀκοὴν ἀποστρέφοντες ἀπὸ τῆς ἀληθείας," κατὰ τὸ γεγραμμένον, ἐπὶ δὲ τῷ λελύσθαι τὸν νόμον οὐκ εὐλόγως παρωργισμένοι, διά τε τούτων τὸν εὐφημεῖν ἐθέλοντα τὸν τερατουργὸν ἐν κατηγόρου τάξει παρεῖναι κελεύοντες, ἢ θαυμαστὴν ὑπάρχειν ὑπολαμβάνοντες· ἦν γὰρ οὗτος ἀληθῶς ἐν ἐκείνοις ὁ σκοπὸς, ἐπείπερ αὐτοῖς ἀδιάφορον παντελῶς καὶ ἐν λόγῳ τοῦ μηδενὸς ἡ τοῦ νόμου παράβασις ἦν. διά τοι τοῦτο τὰ δίκαια κρίνειν παρωσάμενοι, πρὸς τὸ δοκοῦν ἐτράποντο μόνον, καίτοι λέγοντος ἀμνημονοῦντες Θεοῦ "Χείλη "ἱερέως φυλάξεται κρίσιν, καὶ νόμον ἐκζητήσουσιν ἐκ "στόματος αὐτοῦ." Μὴ καὶ ὑμεῖς θέλετε μαθηταὶ αὐτοῦ γενέσθαι; Ὡμολόγηκεν ἤδη σαφῶς, καὶ ὑποστολῆς ἁπάσης ἐξῃρη-