Ancient Greek · ~6 min
Volume 2
Cyrillus Theol., Commentarii in Joannem 2.185
Not analysed yet
Καὶ ἐλοιδόρησαν αὐτὸν καὶ εἶπαν Σὺ μαθητὴς εἶ ἐκείνου, ἡμεῖς δὲ τοῦ Μωυσέως ἐσμὲν μαθηταί. Ὑπογελᾷ τρόπον τινὰ τοῦτο λέγων ὁ Εὐαγγελιστής. ὁρᾷ γὰρ τοὺς ἱερᾶσθαι λαχόντας ἀποπληξίας εἰς τοῦτο κατολισθήσαντας, ὡς λοιδορίας ἡγεῖσθαι χρῆμα τὸ οὕτω σεπτὸν, τὴν ὑπὸ Χριστῷ δηλονότι παιδαγωγίαν, ἧς εἰς ἀξιέραστον ἰόντες ἀγάπην φασὶ τῶν ἁγίων τινὲς, οἱ μὲν ὅτι "Ὡς γλυκέα τῷ λάρυγγί μου τὰ λόγιά σου, ὑπὲρ μέλι καὶ "κηρίον τῷ στόματί μου·" ἕτερος δὲ πάλιν, ὡς πρὸς τὸν Κύριον ἡμῶν Ἰησοῦν τὸν Χριστὸν περὶ τῶν ἀπειθούντων αὐτῷ "Συντέλεσον αὐτὸ, καὶ ἔσται ὁ λόγος σου ἐμοὶ εἰς "εὐφροσύνην καὶ ἀγαλλίαμα καὶ χαρὰν καρδίας μου." ἀλλ' οὐδὲν τῶν ἱερῶν μεταποιούμενοι λόγων, τὸν ὑπὸ Χριστοῦ παιδαγωγούμενον, καὶ δι' αὐτὸ δὴ καὶ τοῦτο μόνον οὐκ ἀνεγκλήτως εἶναι νομίζουσιν, ἀληθῆ δὲ καθ' ἑαυτῶν καὶ ψηφοφοροῦντες δόγματα, διδάσκαλον μὲν τῷ τυφλῷ τὸν Χριστὸν ἀπονέμουσιν, ἑαυτοῖς δὲ Μωυσέα· καὶ γὰρ δὴ καὶ ὄντως κατεφωτίσθη μὲν τὰ ἔθνη παρὰ Χριστοῦ διὰ παιδεύσεως εὐαγγελικῆς, ἐναπέθανε δὲ τοῖς διὰ Μωυσέως τύποις ὁ Ἰσραὴλ, καὶ τῇ τοῦ γράμματος ἐνεχώσθη σκιᾷ. διὰ τοῦτο καὶ ὁ Παῦλος περὶ αὐτῶν που φησί "Μέχρι γὰρ "σήμερον ἥνικα ἀναγινώσκηται Μωυσῆς, κάλυμμα ἐπὶ τὴν "καρδίαν αὐτῶν κεῖται." ὅτι δὲ καὶ εἰς τύπον τῶν ἐθνῶν τὴν ἐπὶ τῷ τυφλῷ καθάπερ ἐν εἰκόνι κατεγράφομεν ἱστορίαν, τὰ ὡς ἐν τύπῳ τὰ κατ' αὐτὸν εἰς τὴν ἐπ' ἐκείνοις ἀλήθειαν μεταπλάττοντες, οὐκ ἀμφίβολον. Πλὴν ἐκεῖνο σημειωτέον, ὅτι χρῆμα τερπνὸν καὶ πάσης εὐκλείας ἀνάμεστον ὁ διὰ Χριστὸν ὀνειδισμός· δι' ὧν γὰρ