Ancient Greek · ~5 min
Volume 2
Cyrillus Theol., Commentarii in Joannem 2.186
Not analysed yet
οἴονται χρῆναι λυπεῖν οἱ διώκειν οὐ παραιτούμενοι τοὺς ἀγαπῶντας αὐτὸν, διὰ τούτων αὐτῶν οὐκ εἰδότες εὐφραίνουσι, λαμπροτέρους δὲ μᾶλλον αὐτοὺς ἀποφαίνουσιν ἤπερ ἀληθῶς ἀδικεῖν ἰσχύουσι. κατασμικρύνοντες δὲ, ὡς εἰκὸς, οἱ πανώλεις Φαρισαῖοι τὰς ἑαυτῶν κεφαλὰς, ἵνα μὴ λέγω Χριστὸν, περὶ μὲν αὐτοῦ, τό Ἐκείνου φασὶν, ἐκπλατυνόμενοι δὲ ὥσπερ εἰς ἀλαζονείαν ὑπέρογκον, ἀνοήτως λέγουσιν Ἡμεῖς δὲ τοῦ Μωυσέως ἐσμὲν μαθηταί. Ἡμεῖς οἴδαμεν ὅτι Μωυσεῖ λελάληκεν ὁ Θεὸς, τοῦτον δὲ οὐκ οἴδαμεν πόθεν ἐστίν. Ἀπαυθαδίζονται πάλιν, ὅπλον ἔχοντες τὴν αὐτοῖς συνήθη καὶ φιλαιτάτην ἀπόνοιαν, καὶ ἐπ' ἀθραύστοις ἀναισχυντίαις σοβαρευόμενοι, τό Ἡμεῖς οἴδαμεν ἀναφθέγγονται. προστιθέντες δὲ ὅτι Μωυσεῖ λελάληκεν ὁ Θεὸς, διά τε τούτου τιμᾶν ὅτι πρέποι καὶ σφόδρα διεγνωκότες αὐτὸν, ἑτέρῳ τρόπῳ πάλιν ὑβρίζειν ἐν οὐδενὶ τὰ ἐκείνου τιθέντες δόγματα. κατακρίνουσι γὰρ ἀσυνέτως, ὃν οὔπω γινώσκουσι, μᾶλλον δὲ καὶ μαθόντες δυσσεβῶς ἀτιμάζουσι, καίτοι τοῦ νόμου τὸ ἀδίκως ἐξεῖναί τισιν ἀπηχές τι δρᾶν ἢ ψηφίζεσθαι παντελῶς ἀποφάσκοντος. τοιοῦτον δέ τι φασὶ καὶ διὰ τούτου πάλιν Ὁμολογουμένως λελάληκε πρὸς Μωυσέα ὁ Θεός· οὐδεὶς ἐπὶ τούτῳ λόγος ἐνδοιάζειν ἀναπείθων τινὰς, νόμους ὡρίσατο δι' αὐτοῦ, καὶ τοὺς ἐφ' ἑκάστῳ τῶν πρακτέων τέθεικεν ὅρους. παραβάτης οὖν ἄρα, φησὶν, τῶν ἱερῶν γραμμάτων, ὁ τοῖς δι' ἐκείνου φρονῶν τἀναντία, καὶ λέλυται σαφῶς ὁ ἐπὶ τῷ σαββάτῳ θεσμός· ἐθεραπεύθης γὰρ ἐν σαββάτῳ· τὸν ἐπὶ τούτοις ἁλόντα καὶ κατεγνωσμένον, οὐκ εἰδέναι δίκαιον.