Ancient Greek · ~6 min
Volume 2
Cyrillus Theol., Commentarii in Joannem 2.256
Not analysed yet
Περὶ καλοῦ ἔργου οὐ λιθάζομέν σε, ἀλλὰ περὶ βλασφημίας. Ἔχοντες "ζῆλον Θεοῦ, ἀλλ' οὐ κατ' ἐπίγνωσιν," ἠγανάκτουν ἀκούοντες τοῦ Χριστοῦ λέγοντος "Ἐγὼ καὶ ὁ Πατὴρ "ἕν ἐσμεν." τί γὰρ τὸ κωλύον αὐτὸν εἶναι ἓν πρὸς τὸν Πατέρα, εἴπερ ἐπίστευσαν ὅτι Θεὸς ἦν κατὰ φύσιν; διὸ καὶ λιθάζειν αὐτὸν ἐπεχείρουν, καὶ ἀπολογούμενοι δι' ἣν αἰτίαν τοῦτο ἐποίουν, φασὶν, ὅτι οὐχ ἕνεκεν ὧν ἐποίησας καλῶν λιθάζομέν σε, ἀλλ' ὅτι βλασφημεῖς· αὐτοὶ ἐκ τοῦ ἐναντίου βλασφημοῦντες, δι' ὧν ἤθελον λιθάζειν τὸν ὄντα ἀληθῶς Θεὸν, ἀγνοοῦντες ὅτι οὐ γυμνῇ τῇ θεότητι ἔμελλεν ὁ Ἰησοῦς ἐπιδημεῖν, ἀλλὰ σαρκούμενος ἐκ σπέρματος Δαυεὶδ, βλασφημίαν εἶναι λέγοντες τὴν ὀρθὴν ὁμολογίαν. Ἐγὼ εἶπα Θεοί ἐστε, καὶ τὰ ἑξῆς. Ἐπειδὴ τοίνυν θεούς τινας ἐκάλεσεν ὁ Πατὴρ, εἶναι δὲ δήπου αὐτοῖς ἐπακτὸν ἀνάγκη τὸ ἀξίωμα· εἷς γὰρ ὁ κατὰ φύσιν ὑπάρχων Θεός· ἀναγκαίως, ἵνα μὴ καὶ αὐτὸς εἷς ὑπάρχειν ἐκείνων νομίζηται, οὐκ οὐσιώδη τὴν τῆς θεότητος περικείμενος δόξαν, προσπεπορισμένην δὲ μᾶλλον ἐν ἴσῳ τοῖς ἄλλοις, ἀντιδιαστέλλει σαφῶς ἑαυτὸν ἐκείνοις. τοσοῦτον γὰρ τῆς ἐκείνων πτωχείας διενηνοχότα δεικνύει, ὡς ἐπείπερ γέγονεν αὐτὸς ἐν αὐτοῖς, διὰ ταύτην αὐτοὺς τὴν αἰτίαν κεκλῆσθαι θεούς· αὐτὸς γὰρ ἐστὶν ὁ Λόγος τοῦ Θεοῦ καὶ Πατρός. εἰ δὲ καὶ ἐξήρκεσέ τισιν ἐν αὐτοῖς γεγονὼς ὁ Λόγος εἰς τὸ καὶ ἀνθρώπους ὄντας τῇ τῆς θεότητος καταλαμπρύναι τιμῇ, πῶς οὐκ ἂν εἴη κατὰ φύσιν Θεὸς ὁ καὶ τοῖς ἄλλοις τὴν ἐπὶ τούτῳ προξενήσας φαιδρότητα; Νῦν ἐλέγχων τοὺς Ἰουδαίους, ὅτι οὐ διὰ τὸ εἰπεῖν "Ἐγὼ