Ancient Greek · ~6 min
Volume 2
Cyrillus Theol., Commentarii in Joannem 2.255
Not analysed yet
τῷ Πατρί· καὶ οὐκ ἠρνήσατο ὁ Χριστὸς ὅτι τοῦτο εἶπεν ὅπερ ἐνενόουν. Ἐβάστασαν οὖν πάλιν οἱ Ἰουδαῖοι λίθους, ἵνα λιθάσωσιν αὐτόν. Μὴ ἀνασχόμενοι γὰρ αὐτοῦ, ἓν εἶναι ἑαυτὸν λέγοντος πρὸς τὸν Πατέρα, ἐπὶ τὸ φονεῦσαι αὐτὸν ὥρμησαν· καίπερ ἑκάστου τῶν παρ' αὐτοῦ γινομένων Θεὸν αὐτὸν ἀναγορευόντων φύσει. οὐ μόνον δὲ νῦν, ἀλλὰ καὶ ἄλλοτε λαβόντες λίθους ἐπὶ τῷ αὐτὸν φονεῦσαι, ἀκίνητοι ἔστησαν ἐνεργείᾳ τῇ τοῦ Χριστοῦ· ὡς δῆλον καὶ ἐκ τούτου γενέσθαι, ὅτι οὐκ ἂν ἔπασχεν, εἰ μὴ ἑκών. ὅμως διὰ ἠπιότητα ὁ Χριστὸς κατέστελλε τὴν ἐκείνων ἄλογον ὁρμὴν, λέγων οὐ Διὰ ποῖον λόγον ὃν εἶπον, θυμοῦσθε, ἀλλά Διὰ ποῖον ἔργον ὃ ἐποίησα; εἰ γὰρ μὴ ἐποίησα, φησὶ, πολλὰ θεοπρεπῆ ἔργα τὰ δεικνύντα με φύσει Θεὸν, εἰκότως ἂν ἠγανακτεῖτε νῦν ἀκούοντές μου λέγοντος "Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν." ἀλλ' οὐκ ἂν εἶπον τοῦτο, εἰ μὴ διὰ πάντων ὧν ἐποίησα, τοῦτο ἔδειξα. φησὶ δὲ παρὰ τοῦ Πατρὸς, οὐ παρ' ἑαυτοῦ, τὰ ἔργα, μετριοφρονῶν πρὸς τὴν ἡμῶν ὠφέλειαν, ἵνα μὴ ὅταν λάβωμέν τι παρὰ Θεοῦ, ἀλαζονευώμεθα. δεδειχέναι δὲ παρὰ τοῦ Πατρὸς τὰ ἔργα φησὶν, οὐκ ἀλλότριον ἑαυτὸν δεικνὺς τῆς ἐκείνων ἐνεργείας, ἀλλὰ διδάσκων ὅτι τῆς ὅλης ἐστὶ θεότητος τὰ ἔργα. θεότης δὲ μία νοεῖται παρ' ἡμῶν ἐν Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι. ὅπερ γὰρ τυχὸν ποιεῖ ὁ Πατὴρ, τοῦτο τελεῖται δι' Υἱοῦ ἐν Πνεύματι· καὶ πάλιν, ὃ ποιεῖ ὁ Υἱὸς, τοῦτο λέγεται ὁ Πατὴρ ποιεῖν ἐν Πνεύματι. διὸ καὶ αὐτὸς ἔλεγεν "Ἀπ' ἐμαυτοῦ οὐδὲν ποιῶ, ὁ δὲ Πατὴρ ἐν ἐμοὶ μένων, "αὐτὸς ποιεῖ τὰ ἔργα."