Ancient Greek · ~6 min
Volume 2
Cyrillus Theol., Commentarii in Joannem 2.258
Not analysed yet
ἀπεστάλθαι παρὰ τοῦ Πατρὸς τὸν Υἱὸν, ὅτε καὶ γέγονεν ἐκ γυναικὸς καὶ ὑπὸ νόμον ὡς ἄνθρωπος μεθ' ἡμῶν, καίτοι νομοθέτης ὢν καὶ Κύριος. εἰ δὲ νοοῖτο γεγονὼς ἐν τῇ δούλου μορφῇ ὁ Υἱὸς, εἶτα ἀποστέλλεσθαι λέγοιτο παρὰ τοῦ Πατρὸς, οὐδὲν ὅλως ὑπομένει τὸ βλάβος, εἰς τὸ εἶναι καὶ ὁμοούσιος αὐτῷ καὶ ἰσοκλεὴς καὶ κατ' οὐδὲν ὅλως μειονεκτούμενος. αἱ γάρ τοι λέξεις αἱ παρ' ἡμῶν εἰ ἐπὶ Θεοῦ προφέροιντο, τὴν ἀκριβῆ παραιτοῦνται βάσανον· χρὴ δὲ αὐτὰς οὐχ οὕτω νοεῖν κατὰ τὴν ἐν ἡμῖν συνήθειαν λέγω, ἀλλ' ὡς ἂν αὐτῇ πρέποι τῇ θείᾳ καὶ ὑπερτάτῃ φύσει. τί γὰρ, εἰ μὴ ἔχοι φωνὰς ἡ ἀνθρώπου γλῶττα δυναμένας ἀρκέσαι τῇ θείᾳ δόξῃ πρὸς ἐξήγησιν; ἔστι τοίνυν ἄτοπον διὰ τὴν τῆς ἀνθρωπίνης γλώττης ἀσθένειαν καὶ τὴν ἐν λέξει πτωχείαν, τῆς ἀνωτάτω πασῶν δόξης ἀδικεῖσθαι τὴν ὑπεροχήν. μέμνησο τοῦ Σολομῶντος λέγοντος "Δόξα Κυρίου "κρύπτει λόγον." περιεργαζόμενοι γὰρ ἀκριβῶς τὴν τοῦ Κυρίου δόξαν, ἐοίκαμεν τοῖς ἐθέλουσι σπιθαμῇ μετρῆσαι τὸν οὐρανόν. οὐκοῦν ὅταν ἀνθρωπίνως τι λέγηται περὶ Θεοῦ, νοείσθω θεοπρεπῶς. ἐπεὶ τί ποιήσεις ὅταν ἀκούσῃς ψάλλοντος τοῦ Δαυείδ "Ὁ καθήμενος ἐπὶ τῶν Χερουβὶμ ἐμφά"νηθι, ἐξέγειρον τὴν δυναστείαν σου καὶ ἐλθὲ εἰς τὸ σῶσαι "ἡμᾶς;" πῶς γὰρ κάθηται τὸ ἀσώματον; ποῦ δὲ ὄντα τὸν τῶν ὅλων Θεὸν πρὸς ἡμᾶς ἀφικέσθαι παρακαλεῖ, τὸν λέγοντα διὰ τῶν προφητῶν "Μὴ οὐχὶ τὸν οὐρανὸν καὶ τὴν γῆν ἐγὼ "πληρῶ, λέγει Κύριος;" ποῦ τοίνυν ἂν ἔλθοι πρὸς ἡμᾶς ὁ πάντα πληρῶν; πάλιν γέγραπται, ὅτι πύργον οὐρανομήκη κατεσκεύαζόν τινες "Καὶ κατέβη Κύριος ἰδεῖν τὴν πόλιν καὶ "τὸν πύργον· καὶ εἶπε Κύριος Δεῦτε καὶ καταβάντες συγ"χέωμεν αὐτῶν τὰς γλώσσας ἐκεῖ." ποῦ κατέβη Κύριος; ἢ