Ancient Greek · ~7 min
Volume 2
Cyrillus Theol., Commentarii in Joannem 2.259
Not analysed yet
τίνα τρόπον ἡ ἁγία Τριὰς ἑαυτὴν εἰς κάθοδον παροτρύνει; τί δὲ εἰπέ μοι καὶ αὐτὸς ὁ Σωτὴρ πέμπειν ἡμῖν ἐξ οὐρανοῦ τὸν Παράκλητον ἐπηγγέλλετο; ποῦ γὰρ ἢ πόθεν πέμπεται τὸ πάντα πληροῦν; "Πνεῦμα γὰρ Κυρίου πεπλήρωκε τὴν "οἰκουμένην," καθὰ γέγραπται. Οὐκοῦν αἱ λέξεις αἱ καθ' ἡμᾶς τὰ ὑπὲρ ἡμᾶς σημαίνουσιν, εἰ ἐπὶ Θεοῦ λέγοιντο. βούλει τι νοῆσαι τῶν οὕτω δυσχερῶν; εἶτά σοι πρὸς κατάληψιν ὁ νοῦς ἀσθενεῖ, καὶ τοῦτο παθὼν, αἰσθάνῃ; μὴ χαλεπήνῃς ἄνθρωπε, ὁμολόγει τῆς σαυτοῦ φύσεως τὴν ἀσθένειαν, μέμνησο τοῦ λέγοντος "Ἰσχυρότερά σου μὴ ζήτει·" ὅταν εἰς τὸν τοῦ ἡλίου κύκλον τὸν τοῦ σώματος ὀφθαλμὸν ἀνατείνῃς, εὐθὺς ἀποστρέφεις, τῇ τοῦ φωτὸς προσβολῇ νικώμενος. ἴσθι δὴ οὖν ὅτι καὶ ἡ θεία φύσις φῶς ἀπρόσιτον οἰκεῖ· ἀπρόσιτον δὲ ταῖς τῶν περιεργαζομένων διανοίαις. χρὴ τοίνυν ὅταν καὶ ἀνθρωπίναις φωναῖς λαλῆται τὰ περὶ Θεοῦ, μηδὲν λογίζεσθαι ταπεινὸν, ἀλλ' ἐν τῇ πτωχείᾳ τῶν καθ' ἡμᾶς λέξεων, τὸν τῆς θείας δόξης κατοπτρίζεσθαι πλοῦτον. τί γὰρ εἰ ἀποστέλλεται παρὰ τοῦ Πατρὸς ὁ Υἱός; ἆρα διὰ τοῦτο ἐλάττων ἔσται; οὐκοῦν ὅταν ἐκ τοῦ ἡλιακοῦ σώματος τὸ ἐξ αὐτοῦ πέμπηται φῶς, ἑτεροφυές ἐστι παρ' αὐτὸ, καὶ ἐν ἐλάττοσι παρ' αὐτοῦ; καίτοι πῶς τοῦτο καὶ μόνον ἐννοῆσαι οὐκ ἀμαθές; φῶς οὖν ὑπάρχων τοῦ Πατρὸς ὁ Υἱὸς, πέμπεται πρὸς ἡμᾶς, ὡς ἡλίου τυχὸν αὐγὴν ἀπαστράψαντος· ὃ δὴ καὶ γενέσθαι παρεκάλει λέγων ὁ Δαυείδ "Ἐξαπόστειλον τὸ φῶς σου καὶ τὴν "ἀλήθειάν σου." καὶ εἰ δόξα ἐστὶ τῷ Πατρὶ τὸ φῶς ἔχειν, πῶς ἔλαττον φὴς αὐτοῦ τὸ ἐν ᾧ δοξάζεται; καὶ αὐτὸς δὲ ὁ Υἱὸς περὶ ἑαυτοῦ λέγει Ὃν ὁ Πατὴρ ἡγίασε καὶ ἀπέστειλε. τὸ δέ Ἡγίασεν ἡ γραφὴ κατὰ πολλοὺς δέχεται τρόπους.