Ancient Greek · ~5 min
Volume 2
Cyrillus Theol., Commentarii in Joannem 2.278
Not analysed yet
Οὔπω δὲ ἐληλύθει ὁ Ἰησοῦς εἰς τὴν κώμην, ἀλλ' ἦν ἔτι ἐν τῷ τόπῳ ὅπου προσυπήντησεν αὐτῷ ἡ Μάρθα. οἱ οὖν Ἰουδαῖοι οἱ ὄντες μετ' αὐτῆς ἐν τῇ οἰκίᾳ καὶ παραμυθούμενοι αὐτὴν, ἰδόντες τὴν Μαρίαν ὅτι ταχέως ἀνέστη καὶ ἐξῆλθεν, ἠκολούθησαν αὐτῇ λέγοντες ὅτι ὑπάγει εἰς τὸ μνῆμα ἵνα κλαύσῃ ἐκεῖ. Οἱ οὖν συνόντες Ἰουδαῖοι, οἰηθέντες αὐτὴν δεδραμηκέναι ἐπὶ τὸ μνημεῖον πρὸς τὸ ἑαυτὴν σπαράξαι, συνακολουθοῦσιν αὐτῇ, νεύματι Θεοῦ τοῦτο ποιοῦντες, ἵνα συνέλθωσιν ἐπὶ τῷ τὸ θαῦμα ἰδεῖν καὶ μὴ βουλόμενοι. εἰ γὰρ μὴ οἰκονομίᾳ Θεοῦ τοῦτο ἐγεγόνει, οὐκ ἂν ἐμέμνητο αὐτοῦ ὁ Εὐαγγελιστὴς, οὔτε τὰς ἐφ' ἑκάστῳ συμβαινούσας αἰτίας ἀπεγράφετο, εἰ μὴ πανταχοῦ τῆς ἀληθείας ἀντεποιεῖτο. εἶπεν οὖν τὴν αἰτίαν δι' ἣν πολλοὶ εἰς τὸ μνημεῖον ἔδραμον, εὑρέθησάν τε καὶ γεγόνασι θεαταὶ τοῦ θαύματος, καὶ ἄλλοις ἀπήγγειλαν. Ἡ οὖν Μαρία ὡς ἦλθεν ὅπου ἦν ὁ Ἰησοῦς, ἴδουσα αὐτὸν ἔπεσε πρὸς τοὺς πόδας αὐτοῦ λέγουσα Κύριε, εἰ ᾖς ὧδε, οὐκ ἂν ἀπέθανεν ὁ ἀδελφός μου. Ἡ μέντοι Μαρία, πρόωρον γεγενῆσθαι λέγει τὸν θάνατον τῷ ἀδελφῷ διὰ τὸ ἀπεῖναι τὸν Κύριον· καὶ τότε φησὶν ἐπιδεδημηκέναι αὐτὸν τῷ οἴκῳ, ὅτε ὁ τῆς θεραπείας παρέδραμε καιρός· καὶ ἔστι μὲν καὶ ἐκ τούτου στοχάσασθαι, ὅτι ὡς Θεῷ αὐτῷ ἔλεγε τοῦτο, εἰ καὶ οὐκ ἀκριβῶς λελάληκεν, οἰομένη μὴ παρεῖναι αὐτὸν εἰ καὶ ἀπῆν τῷ σώματι. ἀκριβε-