Ancient Greek · ~4 min
Volume 2
Cyrillus Theol., Commentarii in Joannem 2.277
Not analysed yet
φωνὴν τοῖς νόσῳ πεπεδημένοις· ὅπερ ἔστι κατιδεῖν γεγονὸς ἐπί τε Λαζάρου καὶ τῆς ἀδελφῆς αὐτοῦ. σοφῶς δὲ ἡ Μάρθα καὶ οἰκονομικῶς προκατασπείρει τῆς πίστεως τὴν ὁμολογίαν, ἵνα τὸν ἐξ αὐτῆς θερίσῃ καρπόν. Καὶ ταῦτα εἰποῦσα ἀπῆλθε καὶ ἐφώνησε Μαρίαν τὴν ἀδελφὴν αὐτῆς λάθρα εἰποῦσα Ὁ διδάσκαλος πάρεστι καὶ φωνεῖ σε. ἐκείνη δὲ ὡς ἤκουσεν, ἐγέρθη καὶ ἤρχετο πρὸς αὐτόν. Ἀπῆλθε καλέσουσα τὴν ἀδελφὴν αὐτῆς πρὸς τὸ καὶ αὐτὴν κοινωνῆσαι τῆς ἐπὶ τῷ προσδοκωμένῳ πράγματι εὐθυμίας, συναποληψομένην ἀναστάντα παρ' ἐλπίδα πᾶσαν τὸν τεθνηκότα. ἦν γὰρ ἀκούσασα "Ἀναστήσεται ὁ ἀδελφός σου." λάθρα δὲ τὴν τοῦ Σωτῆρος παρουσίαν τῇ ἀδελφῇ αὐτῆς εὐηγγελίσατο, διὰ τὸ παρακαθέζεσθαι τῶν Ἰουδαίων τινὰς τῶν φθονούντων θαυματουργοῦντι τῷ Χριστῷ. Καὶ οὐχ εὑρήσομεν ἐν τοῖς εὐαγγελίοις ὅτι ὁ Χριστὸς εἶπε Κάλει μοι τὴν ἀδελφήν σου· ἀλλ' ἡ Μάρθα τὴν τοῦ πράγματος ἀπαραίτητον χρείαν καὶ τὸ τῆς παρουσίας χρεωστούμενον, ἀντὶ κελεύσεως καὶ φωνῆς δεξαμένη, τοῦτό φησιν. ἡ δὲ ἑτοίμως ἔδραμε πρὸς αὐτὸν, καὶ ὑπαντᾶν ἐθέλει. πῶς γὰρ οὐκ ἔμελλε τοῦτο ποιεῖν ἡ σφόδρα λυπουμένη ἐπὶ τῇ ἀπουσίᾳ αὐτοῦ, καὶ θερμὸν ἔχουσα φρόνημα εἰς εὐσέβειαν καὶ ἀγάπην εἰς αὐτὸν πολλήν;