Ancient Greek · ~6 min
Volume 2
Cyrillus Theol., Commentarii in Joannem 2.5
Not analysed yet
δύναιτό τις ἑαυτὸν ὠφελεῖν, ἐν τούτοις εὖ μάλα διαγορεύει Χριστός. τὸ γὰρ ὑστερίζειν ἐν ἀγαθοῖς, καὶ ὑστεροβουλεῖν εἰς τὸ χρήσιμον, ὄνησιν μὲν ἔχον οὐδεμίαν ὁρᾶται, θρῆνον δὲ μᾶλλον τὸν ταῖς ῥᾳθυμίαις πρέποντα προξενεῖ. χρηστὸς τοιγαροῦν ὑπάρχων ὁ Κύριος ἡμῶν καὶ ἐπιεικὴς, καθὰ γέγραπται, καὶ ἀτιμαζόντων ἀνέχεται, καὶ προσωφελεῖ τοὺς ὑβρίζοντας, καὶ τῆς ἐν ἀνθρώποις μικροψυχίας ἀμείνων ὡς Θεὸς εὑρίσκεται. ἀπειλεῖ δὲ χρησίμως τὴν ἐξ αὐτῶν ἀπανάστασιν, καὶ τό Ὑπάγω φησὶν ἐναργῶς, ἵνα γοργοτέραν αὐτοῖς ἐμφυτεύσῃ διάνοιαν, καὶ λογιζομένους ὅτι χρὴ παρόντα τὸν λυτρωτὴν ἄπρακτον οὐκ ἐᾶν, παρελαύνειν αὐτοὺς ἀκονήσῃ πρὸς πίστιν, ἑτοιμοτέρους τε ἤδη πρὸς εὐπείθειαν ἐργάσηται. ἐπιβοήσας δὲ τό Ὑπάγω, καὶ ἀπειλήσας τὴν ἐκ παντὸς τοῦ ἔθνους ἀποδρομὴν, παρέζευξεν οἰκονομικῶς καὶ τὴν ἐντεῦθεν αὐτοῖς ἐσομένην ζημίαν. ἐντεθνήξεσθε γὰρ ταῖς ἑαυτῶν ἁμαρτίαις, φησί· καὶ λόγον ἀληθῆ τὴν τοῦ πράγματος φύσιν εἰσκομίζουσαν θεωρήσωμεν. οἱ γὰρ ὅλως οὐ παραδεξάμενοι τὸν ὡς ἡμᾶς ἀφιγμένον ἐξ οὐρανῶν, ἵνα πάντας δικαιώσῃ διὰ τῆς πίστεως, πῶς οὐκ ἐν ταῖς ἑαυτῶν ἁμαρτίαις ἀναμφιλόγως τεθνήξονται· καὶ τὸν καθαίρειν εἰδότα μὴ προσηκάμενοι, πῶς οὐ διηνεκῆ τὸν ἐκ τῆς ἑαυτῶν δυσσεβείας ἕξουσι μολυσμόν; τὸ δὲ τεθνάναι μὴ λελυτρωμένον, ἀλλ' ἔτι τῷ τῆς ἁμαρτίας κατηχθισμένον βάρει, ὅποι παραπέμψει τὴν τοῦ ἀνθρώπου ψυχὴν, τίνι τῶν ὄντων ἀμφίβολον; ᾅδης γὰρ, οἶμαι, τὸν τοιοῦτον ὁ βαθὺς ἐκδέξεται, καὶ ἐν σκότει διατελέσει μακρῷ, ἀλλὰ καὶ πῦρ οἰκήσει καὶ φλόγας, ἐκείνοις εἰκότως ἐναριθμούμενος, περὶ ὧν εἴρηταί που διὰ τῆς τοῦ προφήτου φωνῆς "Ὁ σκώληξ αὐτῶν οὐ "τελευτήσει, καὶ τὸ πῦρ αὐτῶν οὐ σβεσθήσεται, καὶ ἔσονται