Ancient Greek · ~6 min
Volume 2
Cyrillus Theol., Commentarii in Joannem 2.6
Not analysed yet
"εἰς ὅρασιν πάσῃ σαρκί." ὧν ἵνα τὴν πεῖραν ἀποκερδάνωσιν, εἰς ταχεῖαν αὐτοὺς ἀποστροφὴν τῆς συνήθους ἀπειθείας πολυτρόπως ἐκάλει Χριστὸς, οὐχ ἁπλῶς ὡς ἀποδραμεῖται καὶ ἀποφοιτήσει λέγων, ἀλλὰ καὶ ὅσην ἐντεῦθεν ὑπομένουσι συμφορὰν ἀναγκαίως προτιθείς. ἀποθανεῖσθε γάρ φησιν ἐν ταῖς ἁμαρτίαις ὑμῶν. ἐπειδὴ δὲ διὰ μέσου τέθεικεν, ὅτι καὶ ζητήσετέ με, ζητοῦντας δὲ τέως αὐτὸν Ἰουδαίους οὐχ εὑρίσκομεν, ἥξομεν εὐλόγως ἐπὶ τοιαύτην τινὰ διάνοιαν· δεῖ γὰρ ἀληθεύειν αὐτόν. εἰ γὰρ καὶ νῦν ὄντες ἐν σώμασι καὶ ταῖς τῆς σαρκὸς ἡδοναῖς ἔτι διαπαιζόμενοι διὰ πολλὴν ἄγαν ἀναισθησίαν οὐ ζητοῦσι τὸν λυτρωτὴν, ἀλλ' εἰς ᾅδου πεσόντες οἱ δειλαιοὶ, καὶ τοῖς τῶν κολαστηρίων ὁμιλήσαντες τόποις, ὅταν ἐν αὐτοῖς γένωνται τοῖς κακοῖς, τότε δὴ τότε καὶ οὐχ ἑκόντες ζητήσουσιν. "Ἐκεῖ γὰρ ἐστὶ, φησὶν, ὁ κλαυθμὸς "καὶ ὁ βρυγμὸς τῶν ὀδόντων," ἑκάστου κατὰ τὸ εἰκὸς τῶν ἐκεῖ γεγονότων τὴν ἐπ' ἀγαθοῖς ῥᾳθυμίαν ἀνοιμώζοντος, καὶ μονονουχὶ τὸ ἐν βίβλῳ τῇ τῶν παροιμιῶν λέγοντος "Οὐκ "ἤκουον φωνὴν παιδεύοντός με καὶ διδάσκοντός με." οὐκοῦν ὡς ὁ Παῦλός φησι "Φοβηθῶμεν οὖν μή ποτε καταλειπο"μένης ἐπαγγελίας εἰσελθεῖν εἰς τὴν κατάπαυσιν αὐτοῦ, "δοκῇ τις ἐξ ὑμῶν ὑστερηκέναι." χρὴ γὰρ τρέχειν ἵνα καταλάβωμεν, καὶ τὸν ἐκ δουλείας ἡμᾶς ἐξέλκοντα τῆς πικρᾶς, μὴ ταῖς ἀπειθείαις ὑβρίζειν, προσίεσθαι δὲ μᾶλλον, καὶ ὑπτίαις ὥσπερ χερσὶν ἁρπάζειν τὴν χάριν. Καὶ ὅπου ἐγὼ ὑπάγω ὑμεῖς οὐ δύνασθε ἐλθεῖν. Οὐ μόνον ἐν ταῖς ἑαυτῶν ἁμαρτίαις τεθνήξονται, φησὶν, ἀλλ' ὅτι καὶ τῶν τῆς βασιλείας ἀγαθῶν ἔξω μενοῦσι πρὸς τὰς ἄνω μονὰς οὐκ ἀναβαίνοντες, διαγγέλλει σαφῶς· οἱ γὰρ