Ancient Greek · ~7 min
Volume 2
Cyrillus Theol., Commentarii in Joannem 2.75
Not analysed yet
καίως ἐπάγει καὶ ταῦτα, καὶ διὰ ποίαν αἰτίαν, ἐκθήσομαι πάλιν. οὐ γὰρ ἠγνόησεν, ὡς εἰκὸς, ὡς ἀνταναστήσονται τῶν Ἰουδαίων τινὲς τοῖς παρ' αὐτοῦ διαμαχόμενοι λόγοις, καὶ τὰ ἐκ τῆς ἐνούσης αὐτοῖς φρενοβλαβείας ἐρευγόμενοι, πάλιν ἐροῦσιν Οὐ μάτην, ὡς φῂς, ἐπὶ σοὶ φονῶσί τινες, ἐπ' εὐλόγοις εἰς τοῦτο παρώρμηνται ταῖς αἰτίαις, θεοφιλὲς ἐν αὐτοῖς τὸ κίνημα, καὶ ζῆλος οὐκ ἔχων τὸ κατηγορεῖσθαι δικαίως· ἀχώρητος γὰρ ἐν αὐτοῖς ὁ σός ἐστι λόγος, ἐπείπερ αὐτὸν ἀπῳδὸν ἐποιήσω τῷ Θεῷ, φησὶν, ἑτέραν ἡμᾶς διδάσκεις πλάνησιν, καὶ τῆς μὲν κατὰ τὸν νόμον ἐξέλκεις ὁδοῦ, μεταβιβάζεις δέ πως ἐπὶ τό σοι καὶ μόνῳ δοκοῦν. ταῦτα δήπου πάντως διαψιθυριζόντων κατὰ τὸ λεληθὸς τῶν Ἰουδαίων, ἢ καὶ καθ' ἑαυτοὺς διενθυμουμένων προσυπαντᾷ πάλιν ὁ Κύριος, εἰδὼς τὰ ἐν αὐτοῖς τῶν διαλογισμῶν κινήματα· Θεὸς γάρ ἐστιν ἀληθινός· καὶ διὰ τοῦτο λέγει Ἐγὼ ἃ ἑώρακα παρὰ τῷ Πατρὶ λαλῶ, κατεσκεψάμην τὴν τοῦ Πατρὸς τοῦ ἐμοῦ φύσιν, εἶδον ἐξ ἐμαυτοῦ πολλάκις καὶ ἐν ἐμαυτῷ τὸν γεννήσαντα, καὶ τῶν ἐν αὐτῷ θελημάτων γέγονα θεωρός. εἶδον δι' ἐμφύτου δηλονότι γνώσεως, ποίων ἔργων ἐστὶν ἐραστὴς, ταῦτά τε λαλῶ πρὸς ὑμᾶς, οὐδὲν δὲ ὅλως ἀπᾷδον εἰρηκὼς ἁλώσομαι, οὐδὲ διατέταχά τι παρὰ τὸ ἐκείνῳ δοκοῦν. ἐπ' ἐκεῖνα καλεῖν ἐσπούδακα τοὺς ἀκροωμένους, οὐ τῶν ἐμῶν ἀφιστάς· ἐν ἐμοὶ γὰρ τὰ ἐκείνου, καὶ τὰ ἐμὰ πάλιν αὖ ἐν αὐτῷ· ἀλλ' εἰ καὶ οὕτως ἔχων τῇ φύσει, καὶ συνεθελητὴς ἐν ἅπασιν ὑπάρχων τῷ Θεῷ καὶ Πατρὶ, δοκῶ τις εἶναι παρ' ὑμῶν οὐκ ἀληθὴς, καὶ νενόμισμαι τῶν θείων ὑμᾶς ἀποπλανᾶν παιδευμάτων, λελύσθω τὸ ἔγκλημα, ῥίψατε τὴν ὑπόνοιαν· ἃ ἠκούσατε παρὰ τοῦ Πατρὸς ποιεῖτε, λελάληκεν ὑμῖν διὰ Μωυσέως, περάσατε τὴν ἐντολὴν, ἠκούσατε λέγοντος "Ἀθῷον καὶ δίκαιον οὐκ ἀποκτενεῖς." πῶς οὖν