Ancient Greek · ~6 min
Volume 2
Cyrillus Theol., Commentarii in Joannem 2.74
Not analysed yet
Οἶδα ὅτι σπέρμα Ἁβραὰμ ἐστὲ ἀλλὰ ζητεῖτέ με ἀποκτεῖναι ὅτι ὁ λόγος ὁ ἐμὸς οὐ χωρεῖ ἐν ὑμῖν. ναὶ γάρ, φησιν, ὅταν εἰς μόνην ἴδω τὴν σάρκα, καὶ ὅθεν ἐξέφυ τῶν Ἰουδαίων ὁ δῆμος περισκέψωμαι, τότε καὶ ἐκ σπέρματος Ἁβραὰμ γεγονότας ὁρῶ· ἐπὰν δὲ τῆς ἐκείνου πολιτείας τε καὶ γνώμης περιαθρήσω τὸ κάλλος, ἀλλοτρίους ὑμᾶς καὶ οὐκέτι συγγενεῖς καταθεῶμαι, φησί. ζητεῖτέ με γὰρ ἀποκτεῖναι, καίτοι τοῦ προπάτορος, ἐφ' ᾧ νῦν φρονεῖτε μέγα, μὴ ὄντος φονευτοῦ· καὶ τό γε χείριστόν τε καὶ παρανομώτατον, οὐδὲ ἐπ' εὐλόγοις παρ' ὑμῶν διώκομαι ταῖς αἰτίαις, φονᾶτε δὴ λίαν ἀδίκως· διὰ τοῦτο γὰρ καὶ μόνον ἀναιρεῖν ἐβουλεύσασθε, ὅτι ὁ λόγος ὁ ἐμὸς οὐ χωρεῖ ἐν ὑμῖν, καίτοι καλῶν ὑμᾶς εἰς σωτηρίαν καὶ ζωήν. οὐ χωρεῖ δὲ ἐν ὑμῖν, διὰ τὴν ἐνοικήσασαν ἐν ὑμῖν ἁμαρτίαν δηλαδὴ, καὶ τόπον ὥσπερ οὐκ ἐῶσαν ἔχειν τινὰ τὴν ἐπ' ἀγαθοῖς συμβουλήν τε καὶ παραίνεσιν. οὐκοῦν φονευταὶ κατὰ ταὐτὸν Ἰουδαῖοι καὶ ἀδικώτατοι κριταὶ, θανάτῳ χρῆναι τιμᾶσθαι διοριζόμενοι τὸν οὐδὲν ἀδικήσαντα, μᾶλλον δὲ τὸν ὠφελεῖν ἐγνωκότα, καὶ διασώζειν αὐτοὺς σπουδάζοντα. πῶς οὖν ἔτι συγγενεῖς Ἁβραὰμ τῷ δικαίῳ καὶ ἀγαθῷ, οἱ τοσοῦτον τῶν ἐν ἐκείνῳ καλῶν λειπόμενοι, καὶ τῆς πρὸς αὐτὸν ὁμοηθείας ἐκδεδραμηκότες, ὅσον ἀφεστάναι δοίη τις ἂν καὶ διωρίσθαι λέγοι τῆς ἀρετῆς τὴν φαυλότητα; Ἐγὼ ἃ ἑώρακα παρὰ τῷ Πατρὶ λαλῶ· καὶ ὑμεῖς οὖν ἃ ἠκούσατε παρὰ τοῦ Πατρὸς ποιεῖτε. Ἀχώρητον ἔφη παρὰ τοῖς Ἰουδαίοις τὸν ἑαυτοῦ γενέσθαι λόγον, ταύτης τε καὶ μόνης ἕνεκα τῆς αἰτίας ἐπ' αὐτῷ παροτρύνεσθαι διειπὼν, μᾶλλον δὲ καὶ φονῶντας ἐλέγχων, ἀναγ-