Ancient Greek · ~6 min
Volume 2
Cyrillus Theol., Commentarii in Joannem 2.79
Not analysed yet
τέκνοις Ἁβραὰμ κατατετάχθαι, τιμὴν εἶναι τὴν ἀνωτάτω πεπιστεύκατε, τοὺς ἐκείνου σπουδάζειν ἀπομιμήσασθαι τρόπους· ἔδει τοῦ προγόνου τὴν ἀξιέραστον ἰχνηλατεῖν ἀρετὴν, ἔδει πρὸς τούτοις τὴν εὐπείθειαν ζηλοῦν καὶ ἀγαπᾶν. ἤκουσε τοῦ Θεοῦ λέγοντος "Ἔξελθε ἐκ τῆς γῆς σου καὶ ἐκ τῆς "συγγενείας σου, καὶ δεῦρο εἰς τὴν γῆν ἣν ἄν σοι δείξω." καὶ μελλήσας οὐδὲν περὶ τὴν τῶν χρηματισθέντων ἐκπλήρωσιν, παραχρῆμα μὲν τῆς ἐνεγκούσης ἐξέθει, τὴν δὲ ἀλλοτρίαν οὐκ εἰδὼς καταλαμβάνεται τοῦ προστάξαντος ἐπιθαρσήσας φειδοῖ. ἐπὶ νύσσῃ δὲ ὥσπερ αὐτῇ γεγονὼς τοῦ βίου, καὶ ἑκατοστόν που τρίβων ἐνιαυτὸν, ἤκουσεν ὅτι ἔσται σοι σπέρμα· καὶ κατ' οὐδὲν ἐνδοιάσας, θερμὴν ἐδίδου τῷ λαλοῦντι τὴν πίστιν, οὐ τῇ τῆς σαρκὸς ἀσθενείᾳ προσεσχηκὼς, ἀλλὰ τὴν τοῦ χρηματίσαντος ἐννοήσας ἰσχύν. ἤκουσεν εἰς θυσίαν ἀναθεῖναι τῷ Θεῷ τὸν ἀγαπητὸν, καὶ τῶν τῆς φύσεως εὐθὺς κατηγωνίζετο πόθων, δευτέραν ἐποιεῖτο τῆς θείας ἐντολῆς τὴν ἐπὶ τῷ νεανίσκῳ φιλοστοργίαν. πᾶν δὲ τούτοις ἐν ὑμῖν εὑρίσκω τὸ ἐναντίον· ἀποκτεῖναι γάρ με ζητεῖτέ φησιν, ὅτι λελάληκα ὑμῖν τὰ παρὰ τοῦ Θεοῦ· τοῦτο Ἁβραὰμ οὐκ ἐποίησεν. οὐ γὰρ ἐξύβρισε ταῖς ἀπειθείαις τὸν λαλήσαντα πρὸς αὐτὸν, οὐκ ἐζήτησέ τι δράσαι τῶν λυπούντων αὐτόν. πῶς οὖν ἔτι τέκνα τοῦ Ἁβραὰμ ἐστὲ, τοσοῦτον τῆς ἐκείνου φιλοθεΐας ἀποφοιτήσαντες, ὅσον ἡ τῶν τρόπων δεικνύει διαφορά; ἐπιτήρει δὲ ὅπως οἰκονομεῖ τὸν λόγον· οὐ γὰρ εἴρηκεν ἐν τούτοις ἀκοῦσαι τὴν ἀλήθειαν παρὰ τοῦ Πατρὸς, ἀλλὰ παρὰ τοῦ Θεοῦ, ἐπείπερ, ὡς ἀρτίως εἰρήκαμεν, ἐκ τῆς ἐνούσης αὐτοῖς ἀμέτρου μωρίας κατεσύροντό πως ἐπ' αὐτῷ πρὸς ἐννοίας οὐκ ἀληθεῖς, πατέρα τινὰ τῶν ἐπὶ τῆς γῆς οἰόμενοι λέγειν αὐτόν. εὖ δὲ δὴ λίαν τοὺς ἐπὶ τῷ τεθνάναι ποιούμενος λόγους, ἄνθρωπον ἑαυτὸν ὀνομάζει,