Ancient Greek · ~7 min
Volume 2
Cyrillus Theol., Commentarii in Joannem 2.80
Not analysed yet
πανταχῆ μὲν ἑαυτῷ φυλάττων τὸ ἀδιάφθορον ὡς Θεῷ κατὰ φύσιν, πλὴν οὐ διορίσας ἑαυτοῦ τὸν ἴδιον ναὸν, ἀλλ' ὡς εἷς ὑπάρχων Υἱὸς, καὶ ὅτε γέγονεν ἄνθρωπος· ἀλήθειαν γεμὴν λαλῆσαί φησιν. οὐ γὰρ ἐν τύποις ἔτι καὶ σχήμασι τὴν εὐσέβειαν ἐπιτηδεύειν ἡμᾶς ὁ τοῦ Σωτῆρος διδάσκει λόγος, ἀλλὰ τὴν ἐν πνεύματι καὶ ἀληθινὴν λατρείαν ἀναπείθει ἀγαπᾶν. Ὅταν δὲ λέγῃ ὅτι Ἃ ἤκουσα παρὰ τοῦ Πατρὸς, σκανδαλιστέον οὐδαμῶς. ἐπειδὴ γὰρ ἑαυτὸν ἄνθρωπον εἶναί φησιν, ἀνθρωποπρεπῶς καὶ τοῦτο λαλεῖ. ὡς γὰρ ἀποθνήσκειν ὡς ἄνθρωπος λέγεται, λεγέσθω καὶ ἀκούειν ὡς ἄνθρωπος. εἰκὸς δὲ ὅτι τὴν ἔμφυτον γνῶσιν, ἣν ἔχει περὶ τῶν θελημάτων τοῦ ἰδίου Γεννήτορος, ὡς ἐν τῷ Ἀκοῦσαι τίθησιν· οὕτω γὰρ ἔθος καὶ αὐτῇ λέγειν πολλάκις τῇ θεοπνεύστῳ γραφῇ περὶ Θεοῦ· ὅταν γὰρ εἴπῃ Καὶ ἤκουσε Κύριος, οὐχὶ δὴ πάντως ἰδικὴν καὶ ἀφωρισμένην τὴν ἀκουστικὴν αὐτῷ περιθήσομεν αἴσθησιν, καθάπερ οὖν ἐστιν ἐν ἡμῖν. ἁπλῆ γάρ ἐστιν ἡ θεία φύσις, καὶ συνθέσεως ἁπάσης ἀπηλλαγμένη· παραδεξόμεθα δὲ μᾶλλον ὡς ἀκοὴν τὴν γνῶσιν, καὶ τὴν γνῶσιν ὡς ἀκοήν· σύνθετον δὲ οὐδὲν ἐν ἁπλῷ, καθάπερ εἰρήκαμεν. τρίτον δὲ τούτοις ἐποίσομεν λόγον, οὐκ ἀπὸ τοῦ πρέποντος ἰόντες σκοποῦ. ἔφη που περὶ Χριστοῦ πρὸς Μωυσέα τὸν ἱερώτατον ὁ Θεὸς καὶ Πατὴρ, ὅτι "Προφήτην ἀναστήσω αὐτοῖς·" δῆλον δὲ ὅτι τοῖς ἐξ Ἰσραήλ· "ἐκ τῶν ἀδελφῶν αὐτῶν "ὥσπερ σὲ, καὶ θήσω τοὺς λόγους μου εἰς τὸ στόμα αὐτοῦ, "καὶ λαλήσει αὐτοῖς κατὰ πάντα ὅσα ἂν ἐντείλωμαι αὐτῷ." διὰ ταύτην οὖν οἶμαι τὴν αἰτίαν ὁ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς ἀκοῦσαί φησι παρὰ τοῦ Πατρὸς τὴν ἀλήθειαν, ταύτην τε λαλῆσαι τοῖς Ἰουδαίοις, ὁμοῦ καὶ αὐτῷ μαχομένους ἐλέγχων αὐτοὺς τῷ Θεῷ καὶ Πατρὶ, καὶ ἑαυτὸν