Ancient Greek · ~6 min
Volume 2
Cyrillus Theol., Commentarii in Joannem 2.8
Not analysed yet
εἶναι δεῖν τοὺς τῷ πανάγνῳ Θεῷ λέγειν ἐθέλοντας "Ἐκολ"λήθη ἡ ψυχή μου ὀπίσω σου." Ταύτην οἶμαι τὴν διάνοιαν οὐκ ἀκόμψως καὶ νῦν ἐφηρμόσθαι τῷ προκειμένῳ ῥητῷ· εἰ δὲ χρὴ περινοστοῦντας αὐτὸ διαφόρως ἐπαθρῆσαι, καὶ εἰπεῖν ἐπὶ τούτοις ἕτερόν τι πάλιν, καὶ τοῦτο ποιεῖν οὐκ ὀκνήσομεν. Ὅπου ἐγὼ ὑπάγω ὑμεῖς οὐ δύνασθε ἐλθεῖν. Θεὸς ὑπάρχων ἀληθινὸς, ἀφέστηκα μὲν οὐδενὸς, πληρῶ δὲ τὰ πάντα, καὶ τοῖς πᾶσι συνὼν, οἰκῶ μάλιστα τὸν οὐρανὸν, ἥδιστα τοῖς ἁγίοις ἐνδιαιτώμενος πνεύμασιν. ἀλλ' ἐπείπερ εἰμὶ καὶ φιλάνθρωπος τῶν ὅλων γενεσιουργὸς, οὐ φορητὴν ἡγησάμην τῶν ἐμαυτοῦ ποιημάτων τὴν ζημίαν· εἶδον εἰς ὄλεθρον παντελῆ κεχωρηκότα τὸν ἄνθρωπον· ἐθεώρουν ἐξ ἁμαρτίας πεσόντα πρὸς θάνατον· ἀλλ' ἔδει χεῖρα λοιπὸν τὴν ἐπίκουρον τῷ κειμένῳ προτείνεσθαι· ἔδει τῷ νενικημένῳ καὶ πίπτοντι διὰ παντὸς ἐπαμῦναι τρόπου. εἶτα πῶς ἦν ἀκόλουθον ἀνασῶσαι τὸ ἀπολωλός; ἔδει συνεῖναι τοῖς κινδυνεύουσι τὸν ἰατρὸν, ἔδει παρεῖναι τοῖς ἀποθνήσκουσι τὴν ζωὴν, ἔδει συνδιαιτᾶσθαι τοῖς ἐν σκότει τὸ φῶς. ἀλλ' ἦν οὐκ ἐφικτὸν ἀνθρώπους ὄντας ὑμᾶς τὴν φύσιν ἀναπτῆναι πρὸς οὐρανὸν καὶ συνδιαιτᾶσθαι τῷ σώζοντι. ἀφῖγμαι τοιγαροῦν αὐτὸς ἐγὼ πρὸς ὑμᾶς, ἤκουον τῶν ἁγίων πολλάκις βοώντων "Κύριε κλῖνον οὐρανούς σου καὶ "κατάβηθι." καταβέβηκα τοιγαροῦν κατακλίνας, φησὶν, οὐρανούς· οὐ γὰρ ἦν ὑμᾶς ἥξειν ἐκεῖσε προσδοκᾶν ἄλλως. ἔτι σὺν ὑμῖν καὶ συνδιατρίβειν ἀνέχομαι, γοργότερον ἐπιδράξασθε τῆς ζωῆς, καθαρίσθητε διὰ τῆς πίστεως, ἕως ὅτου πάρεστιν ὁ ἐλεεῖν ἐπ' ἐξουσίας εἰδὼς καὶ δυνάμενος. βαδιοῦμαι γὰρ ἢ καὶ ἐπανήξω πάλιν ὅπου ὑμεῖς οὐ δύνασθε ἐλθεῖν, κἂν ζητήσητε τῆς σωτηρίας τὸν χορηγὸν ἐξ ἀκαίρου λοιπὸν