Ancient Greek · ~6 min
Volume 2
Cyrillus Theol., Commentarii in Joannem 2.9
Not analysed yet
ὑστεροβουλίας, οὐχ εὑρήσετε· τί δὴ τὸ ἐντεῦθεν ἐξέστω σκοπεῖν. ἀποθανεῖσθε γὰρ πάντως ἐν ἁμαρτίαις, καὶ τοῖς ἑαυτῶν πλημμελήμασι καταχθόμενοι, στυγνοὶ κατοιχήσεσθε λοιπὸν εἰς τὸ τοῦ θανάτου δεσμωτήριον, δίκας ἀποτίσοντες ἐκεῖ τῆς οὕτω μακρᾶς ἀπειθείας. ἀγαθὸς τοιγαροῦν ὑπάρχων καὶ σφόδρα φιλάνθρωπος ὁ Σωτὴρ, συνελαύνει τῷ φόβῳ τοὺς Ἰουδαίους τῶν ἐσομένων κακῶν καὶ οὐχ ἑκόντας ἐπὶ τὸ σώζεσθαι. Καὶ ἔλεγεν αὐτοῖς Ὑμεῖς ἐκ τῶν κάτω ἐστὲ, ἐγὼ ἐκ τῶν ἄνω εἰμί. Πάλιν ἐρεῖ τις τυχὸν τῶν φιλομαθεστέραν ἐχόντων διάνοιαν, καὶ λεπτότερον τῶν θείων θεωρημάτων ἐπαινεῖν κατειθισμένων, τί τὸ ἀναπεῖσαν τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν ἄρτι τοῖς Ἰουδαίοις προσφωνοῦντα καὶ λέγοντα "Ἐγὼ "ὑπάγω, καὶ ζητήσετέ με," καθάπερ τι τῶν ἀναγκαίων ἐπενεγκεῖν Ὑμεῖς ἐκ τῶν κάτω ἐστὲ, ἐγὼ ἐκ τῶν ἄνω εἰμί. δοκεῖ μὲν γάρ πως οὐ σφόδρα τοῖς ἄνω κατακολουθεῖν τὰ τοιαῦτα, πλὴν ὠδίνει τινὰ κεκρυμμένην οἰκονομίαν. ἐπειδὴ γάρ ἐστι Θεὸς χρείαν οὐκ ἔχων, ὡς αὐτός που φησὶν ὁ θεσπέσιος Εὐαγγελιστὴς Ἰωάννης, "ἵνα τις μαρτυρήσῃ περὶ "τοῦ ἀνθρώπου· αὐτὸς γὰρ ἐγίνωσκε τί ἦν ἐν τῷ ἀνθρώπῳ," διικνεῖται γὰρ "μέχρι μερισμοῦ ψυχῆς καὶ πνεύματος ἁρμῶν "τε καὶ μυελῶν, καὶ κριτικός ἐστιν ἐνθυμήσεων καὶ ἐννοιῶν "καρδίας·" οὐκ ἠγνόησε πάλιν τὰς τῶν Ἰουδαίων ἀμαθεῖς ὑπονοίας, οἳ ἐπείπερ αὐτοῖς παχύς τις καὶ ἀδρανὴς ἐνῴκισται νοῦς, τό Ὑπάγω παρὰ τοῦ Σωτῆρος ἀκούσαντες, ᾠήθησαν ἀσυνέτως ἢ ὅτι φεύξεταί ποι τὴν Ἰουδαίαν ἀφεὶς, ἢ καὶ ὅτι τοιοῦτόν τι φησίν Ἕως ὅτε περίειμι καὶ ζῶ, πιστεύσατε, μὴ ἄρα πως καὶ τεθνάναι συμβῇ. τὸ γάρ Ὑπάγω, κοινῶς