Ancient Greek · ~11 min
Volume 77
Cyrillus Theol., Commentarii in Lucam (homilia 3 et 4) (+ In occursum domini [homilia diversa 12]) 77.1044
Not analysed yet
τῆς περιτομῆς ἐτελεῖτο χρῆμα, καὶ τὴν κλῆσιν ἐδέχετο. Καὶ τί τὸ αἴνιγμα, ἢ ποίων μυστηρίων ἡμῖν ἔσται δεικτικὸν τὸ τελούμενον, φέρε δὴ πάλιν ἴδωμεν ἐρευνήσαντες. Ὁ μακάριος ἔφη Παῦλος· «Ἡ περιτομὴ οὐδέν ἐστιν, καὶ ἡ ἀκροβυστία οὐδέν ἐστιν.» Ἀλλ' ἔστιν εἰκὸς πρὸς τοῦτό τινας εἰπεῖν· Ἆρ' οὖν τὸ μηδὲν τηρεῖσθαι προστέταχε διὰ τοῦ πανσόφου Μωσέως ὁ τῶν ὅλων Θεὸς, καὶ κόλασιν ἐπαρτήσας τοῖς παραβαίνουσιν αὐτήν; Ναὶ, φαίην ἄν. Ὅσον μὲν γὰρ ἧκεν εἰς τὴν τοῦ πράγματος φύσιν, ἤτοι τὸ περὶ τὴν σάρκα πληρούμενον, οὐδέν ἐστι παντελῶς, ὠδίνει δὲ μυστηρίου τύπον οὐκ ἀκαλλῆ, μᾶλλον [δὲ] τῆς ἀληθείας ἐγκεκρυμμένην ἔχει τὴν δήλωσιν. Κατὰ γάρ τοι τὴν ὀγδόην ἡμέραν ἀνέβη ὁ Χριστὸς ἐκ νεκρῶν, δέδωκεν ἡμῖν τὴν ἐν Πνεύματι περιτομήν. Προστέταχε γὰρ ὁ Θεὸς τοῖς ἁγίοις ἀποστόλοις· «Πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος.» Τελεῖσθαι δέ φαμεν τὴν ἐν Πνεύματι περιτομὴν ἐν καιρῷ δὲ μάλιστα τοῦ ἁγίου βαπτίσματος, ὅτε καὶ μετόχους ἡμᾶς ἀποφαίνει Χριστὸς τοῦ ἁγίου Πνεύματος. Καὶ τούτου πάλιν εἰς τύπον ἦν ὁ ἀρχαῖος ἐκεῖνος Ἰησοῦς, ὁ μετὰ Μωσέα στρατηγός. Διεβίβασε γὰρ τὸν Ἰορδάνην τοὺς υἱοὺς Ἰσραὴλ, εἶτα καθίσας εὐθὺς περιέτεμε μαχαίραις πετρίναις. Οὐκοῦν ὅταν διαβῶμεν τὸν Ἰορδάνην, τότε Χριστὸς ἡμᾶς περιτέμνει τῇ δυνάμει τοῦ ἀγίου Πνεύματος, οὐ σάρκα καθαίρων, ἀποκείρων δὲ μᾶλλον τὸν ἐν ψυχαῖς μολυσμόν. Ἐν ὀγδόῃ τοιγαροῦν περιτέμνεται Χριστὸς, καὶ τὴν κλῆσιν, ὡς ἔφην, λαμβάνει. Τότε γὰρ, τότε σεσώσμεθα δι' αὐτοῦ. Ἀναφέρουσι δὲ αὐτὸν εἰς Ἱεροσόλυμα παραστῆσαι τῷ Κυρίῳ. Ὢ μεγάλης καὶ τεθαυμασμένης οἰκονομίας. «Ὢ βάθος πλούτου καὶ σοφίας καὶ γνώσεως τοῦ Θεοῦ. «Ὁ ἐν κόλποις ὢν τοῦ Πατρὸς, ὁ σύνεδρος αὐτῷ καὶ συναΐδιος Υἱὸς, ὁ δι' οὗ τὰ πάντα προσάγεται θεοπρεπῶς, πλὴν ὅτε γέγονεν τοῖς τῆς ἀνθρωπότητος μέτροις, προσφέρει δὲ καὶ θυσίαν ὁ ταῖς παρὰ πάντων λατρείαις καταχρυσούμενος καὶ συνδοξαζόμενος τῷ ἰδίῳ Γεννήτορι. Τί δὲ δὴ καὶ προσκεκόμικεν ὡς πρωτότοκός τε καὶ ἄρσην; Ζεῦγος τρυγόνων, ἢ δύο νεοσσοὺς περιστερῶν, κατὰ τὸ ἐν τῷ νόμῳ διηγορευμένον. Ἀλλὰ γὰρ τί βούλεται δηλοῦν ἡ τρυγὼν, τί δὲ καὶ τὸ ἕτερον, τοῦτ' ἕστιν ἡ περιστερὰ, φέρε δὴ, φέρε, καταθρήσωμεν. Οὐκοῦν τὸ μὲν ἔστι λαλίστατον ἐν στρουθίοις ἀγροῦ, τὸ δὲ ἥπιόν τε καὶ πρᾶον· γέγονε δὲ τοιοῦτος εἰς ἡμᾶς ὁ τῶν ὅλων Σωτὴρ, πραότητα μὲν εἰς ἄκρον ἕχων, τρυγόνος δὲ δίκην κατακλύσας τὴν ὑπ' οὐρανὸν, καὶ τῆς ἑαυτοῦ καλλιφωνίας τὸν ἴδιον ἀμπελῶνα πληρῶν, τοῦτ' ἔστιν, ἡμᾶς τοὺς πιστεύοντας εἰς αὐτόν· γέγραπται γοῦν ἐν τῷ ᾌσματι τῶν ᾀσμάτων, ὅτι «Φωνὴ ἡ τῆς τρυγόνος ἠκούσθη ἐν τῇ γῇ ἡμῶν·» λελάληκε γὰρ πρὸς ἡμᾶς τὸ θεῖόν τε καὶ εὐαγγελικὸν σωτήριον κήρυγμα. Τρυγόνες δὴ οὖν καὶ περιστεραὶ προσεφέροντο, παραστάντος αὐτοῦ τῷ Κυρίῳ, καὶ ἦν ἰδεῖν καθ' ἕνα καιρὸν ὁμοῦ τοῖς τύ-