Ancient Greek · ~11 min
Volume 77
Cyrillus Theol., Commentarii in Lucam (homilia 3 et 4) (+ In occursum domini [homilia diversa 12]) 77.1045
Not analysed yet
ποις τὴν ἀλήθειαν. Ἑαυτὸν οὖν ἄρα προσκεκόμικεν ὁ Χριστὸς εἰς ὀσμὴν εὐωδίας, ἵνα ἡμᾶς δι' ἑαυτοῦ καὶ ἐν ἑαυτῷ προσαγάγῃ τῷ Θεῷ καὶ Πατρὶ, λύσῃ τε οὕτω τὴν ἐφ' ἡμῖν γενομένην ἀποστροφὴν, διά τε τὴν ἐν Ἀδὰμ παράβασιν καὶ τὴν κατὰ πάντων ἡμῶν τυραννήσασαν ἁμαρτίαν. Ἡμεῖς γὰρ ἦμεν οἱ πάλαι βοῶντες· «Ἐπίβλεψον ἐπ' ἐμὲ, καὶ ἐλέησόν με.» Οὗ τί δ' ἂν γένοιτο ἰσόῤῥοπον ἔχον εἰς θυμηδίαν τοῦ μαθεῖν, ὅτι σέσωκεν ὁ Θεὸς τὴν ὑπ' οὐρανὸν μεσιτεύσαντος τοῦ Υἱοῦ, διὰ τὸ γενέσθαι καθ' ἡμᾶς; Γέγραπται γὰρ, ὅτι «Εἷς Θεὸς καὶ εἷς μεσίτης Θεοῦ καὶ ἀνθρώπων, ἄνθρωπος Χριστὸς Ἰησοῦς, ὁ δοὺς ἑαυτὸν ἀντίλυτρον ὑπὲρ ἡμῶν·» καθήκετο γὰρ ἑκὼν πρὸς τὴν ἡμῶν πτωχείαν, ἵνα ἡμᾶς ἀποφήνῃ πλουσίους τὰ αὐτοῦ κερδαίνοντας. Ὅρα τοίνυν αὐτὸν ὡς ἕνα τῶν καθ' ἡμᾶς προσαγόμενον τῷ Πατρὶ, καὶ ταῖς τοῦ νόμου σκιαῖς ἑπόμενον, ἔτι θύοντά τε κατὰ τὸ εἰωθὸς, εἰ καὶ διὰ τῆς μητρὸς ἐπράττετο ταῦτα. Ἆρ' οὖν ἠγνοήθη παρὰ πάντων ἐν Ἱεροσολύμοις, καὶ οὐδενὶ τῶν αὐτόθι γνώριμος ἦν; Καίτοι πῶς τοῦτό ἐστιν ἀληθές; Προεκήρυττε μὲν γὰρ ὁ Θεὸς καὶ Πατὴρ διὰ τῶν προφητῶν ἀπ' αἰῶνος, ἐσόμενον κατὰ καιροὺς ἐμφανῆ τὸν Υἱὸν, ἵνα σώσῃ τοὺς ἀπολωλότας, καὶ καταφωτίσῃ τοὺς ἐσκοτισμένους. Ἔφη γοῦν δι' ἑνὸς τῶν προφητῶν· «Ἐγγίζει ταχὺ ἡ δικαιοσύνη μου καὶ τὸ ἔλεός μου ἀποκαλυφθῆναι, τὸ δὲ σωτήριόν μου ὡς λαμπὰς καυθήσεται.» Ἔλεος δὲ καὶ δικαιοσύνη Χριστός. Ἠλεήθημεν γὰρ δι' αὐτοῦ καὶ δεδικαιώμεθα, τοὺς τῆς φαυλότητος ῥύπους ἀπονιψάμενοι, διὰ πίστεως δηλονότι τῆς εἰς αὐτόν. Ὅπερ δέ ἐστι τοῖς ἐν νυκτὶ καὶ σκότῳ προηγουμένη λαμπὰς, τοῦτο καὶ τοῖς ἐν ἀχλύϊ καὶ σκότῳ νοητῷ γέγονεν ὁ Χριστὸς, φῶς αὐτοῖς τὸ θεῖον ἐντιθείς· διὰ τοῦτο καὶ οἱ μακάριοι προφῆται μέτοχοι τῆς τοιᾶσδε χάριτος παρεκάλουν γενέσθαι, λέγοντες· «Δεῖξον ἡμῖν, Κύριε, τὸ ἔλεός σου, καὶ τὸ σωτήριόν σου δὸς ἡμῖν.» Οὐκοῦν εἰσεφέρετο μὲν Χριστὸς ἐν τῷ ἱερῷ, καὶ βρέφος ὢν ἔτι βραχύ τε καὶ ὑπομάσθιον· ὁ δέ γε μακάριος Συμεὼν, προφητικῇ χάριτι τετιμημένος, δέχεται μὲν εἰς ἀγκάλας αὐτόν· θυμηδίας δὲ τῆς ἀνωτάτω πιμπλάμενος, εὐλόγησε τὸν Θεὸν λέγων· «Νῦν ἀπολύεις τὸν δοῦλόν σου, Δέσποτα, κατὰ τὸ ῥῆμά σου ἐν εἰρήνῃ, ὅτι ἴδον οἱ ὀφθαλμοί μου τὸ σωτήριόν σου, ὃ ἡτοίμασας κατὰ πρόσωπον πάντων τῶν λαῶν· φῶς εἰς ἀποκάλυψιν ἐθνῶν, καὶ δόξαν λαοῦ σου Ἰσραήλ.» Προητοίμασται γὰρ τὸ Χριστοῦ μυστήριον καὶ πρὸ αὐτῆς τῆς τοῦ κόσμου καταβολῆς· πεφανέρωται δὲ ἐν ἐσχάτοις τοῦ αἰῶνος καιροῖς, γέγονε δὲ φῶς τοῖς ἐν σκότῳ, καὶ πεπλανημένοις, καὶ ὑπὸ χεῖρα πεσοῦσι διαβολικήν. Αὐτοὶ δὲ ἦσαν οἱ τῇ κτίσει παρὰ τὸν κτίσαντα λατρεύοντες, προσκυνοῦντες δὲ καὶ τῷ ἀρχεκάκῳ δράκοντι, καὶ τῇ τῶν δαιμόνων ἀκαθάρτῳ πληθύϊ τὴν τοῦ Θεοῦ δόξαν ἀνάπτοντες· ἀλλὰ κέκληνται παρὰ Θεοῦ Πατέρος πρὸς ἐπίγνωσιν τοῦ Υἱοῦ, ὅς ἐστι φῶς