Ancient Greek · ~11 min
Volume 77
Cyrillus Theol., Commentarii in Lucam (homilia 3 et 4) (+ In occursum domini [homilia diversa 12]) 77.1048
Not analysed yet
τὸ ἀληθινόν. Ἔφη γοῦν διὰ φωνῆς Ἡσαΐου· «Σημανῶ αὐτοῖς, καὶ εἰσδέξομαι αὐτοὺς, διότι λυτρώσομαι αὐτοὺς, καὶ πληθυνθήσονται, καθότι ἦσαν πολλοὶ οἱ πλανώμενοι,» κεκλημένοι δὲ διὰ Χριστοῦ. Πολλοὶ δὲ πάλιν εἰσὶ καθὰ καὶ πρότερον, οἳ εἰσεδέχθησαν καὶ λελύτρωνται, σύνθημα λαβόντες εἰρήνης παρὰ Θεοῦ καὶ Πατρὸς, τὴν διὰ πίστεως τῆς εἰς Χριστὸν οἰκείωσίν τε καὶ χάριν. Κατεσπάρησαν δὲ ἐν λαοῖς οἱ θεσπέσιοι μαθηταί. Καὶ τί τὸ ἐντεῦθεν; Οἱ μακρὰν ὄντες Θεοῦ, κατὰ διάθεσιν γεγόνασιν ἐγγύς· τούτοις καὶ ὁ θεσπέσιος Παῦλος ἐπιστέλλει λέγων· «Νυνὶ δὲ ὑμεῖς οἵ ποτε ὄντες μακρὰν, ἐγενήθητε ἐγγὺς ἐν τῷ αἵματι τοῦ Χριστοῦ.» Ἐγγὺς δὲ γενόμενοι, καύχημα ποιοῦνται Χριστόν. Ἔφη γὰρ περὶ αὐτῶν πάλιν ὁ Θεὸς καὶ Πατήρ· «Καὶ κατισχύσω αὐτοὺς ἐν Κυρίῳ Θεῷ αὐτῶν, καὶ ἐν τῷ ὀνόματι αὐτοῦ καυχήσονται, λέγει Κύριος.» Τοῦτο καὶ ὁ μακάριος Ψαλμῳδὸς διδάσκει λέγων, ὡς πρὸς τὸν τῶν ὅλων Σωτῆρα φάσκων· «Κύριε, ἐν τῷ φωτὶ τοῦ προσώπου σου πορεύσονται, καὶ ἐν τῷ ὀνόματί σου ἀγαλλιάσονται ὅλην τὴν ἡμέραν, καὶ ἐν τῇ δικαιοσύνῃ σου ὑψωθήσονται, ὅτι καύχημα τῆς δυνάμεως αὐτῶν σὺ εἶ.» Εὑρίσκομεν δὲ προφήτην Ἱερεμίαν ἀνακεκραγότα πρὸς τὸν Θεόν· «Κύριε, ἰσχύς μου καὶ βοήθειά μου, καὶ καταφυγή μου ἐν ἡμέρᾳ κακῶν μου· πρὸς σὲ ἔθνη ἥξουσιν ἀπ' ἐσχάτου τῆς γῆς, καὶ ἐροῦσιν. Ὡς ψευδῆ ἐκτίσαντο οἱ πατέρες ἡμῶν εἴδωλα, καὶ οὐκ ἔστιν ἐν αὐτοῖς ὠφέλιμον.» Γέγονε τοίνυν φῶς εἰς ἀποκάλυψιν ἐθνῶν ὁ Χριστὸς, ἀλλὰ καὶ εἰς δόξαν τοῦ Ἰσραήλ. Εἰ γὰρ καὶ γεγόνασί τινες ἐξ αὐτῶν ὑβρισταὶ καὶ ἀπειθεῖς, καὶ ἀσυνεσίας ἔμπλεω τὴν διάνοιαν ἔχοντες, ἀλλ' οὖν σέσωσται τὸ κατάλειμμα, καὶ δεδόξασται διὰ Χριστοῦ. Ἀπαρχὴ δὲ τούτων οἱ θεσπέσιοι γεγόνασι μαθηταὶ, ὧν ἡ τῆς εὐκλείας φαιδρότης ὅλην περιαστράπτει τὴν ὑπ' οὐρανόν· δόξα δὲ καὶ ἑτέρως τοῦ Ἰσραὴλ, ὅτι προῆλθεν ἐξ αὐτῶν κατὰ σάρκα, καίτοι Θεὸς ἐπὶ πάντας, καὶ εὐλογητὸς εἰς τοὺς αἰῶνας. Ἀμήν. Εὐλογεῖ δὲ Συμεὼν τὴν ἁγίαν Παρθένον, ὡς ὑπηρετήσασαν θείᾳ βουλῇ, καὶ ὑπουργήσασαν τόκῳ, καὶ τοὺς τῆς ἀνθρωπότητος νόμους οὐκ ἀνασχομένην. Παρθένος γὰρ οὖσα τέτοκε, καὶ οὐκ ἐξ ἀνδρὸς, ἀλλ' ἐπελθόντος ἐπ' αὐτὴν Πνεύματος ἁγίου. Τί δὲ δὴ ἄρα περὶ Χριστοῦ φησιν ὁ προφήτης Συμεών; «Ἰδοὺ οὗτος κεῖται εἰς πτῶσιν καὶ ἀνάστασιν πολλῶν ἐν τῷ Ἰσραὴλ, καὶ εἰς σημεῖον ἀντιλεγόμενον.» Τέθειται μὲν γὰρ παρὰ τοῦ Θεοῦ καὶ Πατρὸς Ἐμμανουὴλ εἰς τὰ θεμέλια Σιὼν, ἐκλεκτὸς ὢν λίθος, ἀκρογωνιαῖος, ἔντιμος. Ἀλλ' οἱ μὲν ἐπ' αὐτῷ πιστεύσαντες, οὐ κατῃσχύνθησαν· ὅσοι δὲ ἄπιστοι καὶ ἀμαθεῖς, καὶ τὸ ἐπ' αὐτῶν μυστήριον οὐκ ἴσχυσαν ἰδεῖν, πεσόντες συνετρίβησαν. Ἔφη γάρ που πάλιν ὁ Θεὸς καὶ Πατήρ· «Ἰδοὺ τίθημι ἐν Σιὼν λίθον προσκόμματος, καὶ πέτραν σκανδάλου, καὶ ὁ πιστεύων ἐπ' αὐτῷ οὐ μὴ καταισχυνθῇ· ἐφ' ὃν δ' ἂν πέσῃ, λι-