Ancient Greek · ~6 min
Volume 77
Cyrillus Theol., Commentarii in Lucam (homilia 51) (+ In transfigurationem [homilia diversa 9]) 77.1009
Not analysed yet
ΟΜΙΛΙΑ Θʹ. Εἰς τὴν μεταμόρφωσιν τοῦ Κυρίου, καὶ Θεοῦ, καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. Οἱ μὲν εὖ εἰδότες ἀθλεῖν, τῶν θεωμένων ἐφήδονται κρότοις, καὶ ταῖς τῶν βραβείων ἐλπίσιν ἀκονῶνται πρὸς τὴν αὐτοῖς πρέπουσαν νίκην. Οἱ δέ γε τῶν θείων χαρισμάτων ἐπιτυχεῖν γλιχόμενοι, καὶ τῆς τοῖς ἁγίοις ηὐτρεπισμένης ἐλπίδος διψῶντες τὴν μέθεξιν, τοὺς ὑπὲρ τῆς εἰς Χριστὸν εὐσεβείας ἀγῶνας προσίενται μὲν ἀσμένως. Τὴν εὐδόκιμον δὲ κατορθοῦσι ζωὴν, οὐ τὸν ἄμισθον προτιμῶντες ὄκνον, οὔτε μὴν τὴν ἄνανδρον ἀγαπῶντες δειλίαν· κατανδριζόμενοι δὲ μᾶλλον παντὸς πειρασμοῦ, καὶ τὰς τῶν διωγμῶν ἐφόδους ὀλίγου παντὸς ἀξιοῦντες λόγου, καὶ πλοῦτον ἡγούμενοι τὸ παθεῖν ὑπὲρ αὐτοῦ. Ἀναμέμνηνται γὰρ τοῦ μακαρίου γράφοντος Παύλου, ὅτι οὐκ ἄξια τὰ παθήματα τοῦ νῦν καιροῦ πρὸς τὴν μέλλουσαν δόξαν ἀποκαλυφθῆναι εἰς ἡμᾶς. Ἄθρει τοιγαροῦν οἰκονομίᾳ παγκάλῃ κεχρημένον καὶ νῦν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν, εἰς ὄνησιν, καὶ οἰκοδομὴν τῶν ἁγίων ἀποστόλων. Ἔφη μὲν γὰρ πρὸς αὐτούς· «Εἴ τις θέλει ὀπίσω μου ἐλθεῖν, ἀπαρνησάσθω ἑαυτὸν, καὶ ἀράτω τὸν σταυρὸν ἑαυτοῦ, καὶ ἀκολουθείτω μοι. Ὃς γὰρ θέλει τὴν ψυχὴν αὑτοῦ σῶσαι, ἀπολέσει αὐτήν· ὃς δὲ ἀπολέσῃ τὴν ψυχὴν αὑτοῦ ἕνεκεν ἐμοῦ, εὑρήσει αὐτήν.» Καὶ σωτήριον μὲν τὸ παράγγελμα, καὶ πρέπον ἁγίοις, καὶ τῆς ἀνωτάτω πρόξενον δόξης, καὶ τῆς εἰς λῆξιν θυμηδίας ἐμποιητικόν. Τὸ γὰρ παθεῖν ἑλέσθαι διὰ Χριστὸν, οὐκ ἄμισθον· μᾶλλον δὲ τῆς αἰωνίου ζωῆς, καὶ δόξης περιποιεῖ τὴν μέθεξιν. Πλὴν οὔπω τὴν ἐξ ὕψος δύναμιν ἐσχηκότας τοὺς μαθητὰς, εἰκὸς ἦν τάχα που καὶ ἀνθρωπίναις περιπεσεῖν ἀσθενείαις, καὶ τοιοῦτόν τι καθ' ἑαυτοὺς ἐννενοηκότας εἰπεῖν· Πῶς ἀρνήσεταί τις ἑαυτόν; Ἢ πῶς ἀπολέσας τὴν ἑαυτοῦ ψυχὴν, εὑρήσει πάλιν αὐτήν; Τί δὲ τοῖς τοῦτο πα-