Ancient Greek · ~11 min
Volume 77
Cyrillus Theol., Commentarii in Lucam (homilia 51) (+ In transfigurationem [homilia diversa 9]) 77.1012
Not analysed yet
θοῦσι τὸ ἰσοστατοῦν ἔσται γέρας; ἢ καὶ ποίων ἔσται χαρισμάτων μέτοχος; Ἵνα τοίνυν τῶν τοιούτων αὐτοὺς ἀποστήσῃ καὶ λογισμῶν, καὶ ῥημάτων, καὶ οἷον μεταχαλκεύσῃ πρὸς εὐανδρίαν τῆς δοθησομένης αὐτοῖς εὐκλείας ἐπιθυμίαν ἐντεκών· «Λέγω ὑμῖν, φησὶ, εἰσί τινες τῶν ὧδε ἑστηκότων, οἵτινες οὐ μὴ γεύσονται θανάτου, ἕως ἂν ἴδωσι τὴν βασιλείαν του Θεοῦ.» Ἆρά γε εἰς τοσοῦτον αὐτοῖς ἐκταθήσεται, φησὶ, τὸ τῆς ζωῆς μέτρον, ὥστε καὶ εἰς ἐκείνους φθάσαι τοὺς χρόνους, μεθ' οὒς ἐπὶ συντελείᾳ τῶν αἰώνων ἐξ οὐρανῶν κατελθὼν ἀποκαταστήσει τοῖς ἁγίοις τὴν ἡτοιμασμένην αὐτοῖς βασιλείαν; Ἀλλ' ἦν μὲν καὶ τοῦτο ἐφικτὸν αὐτῷ. Πάντα γὰρ δύναται, καὶ οὐδὲν ἀμήχανον, ἢ ἀνήνυτον τοῖς αὐτοῦ πανσθενεστάτοις νεύμασι. Βασιλείαν δέ φησιν αὐτὴν τὴν θέαν τῆς δόξης, ἐν ᾗ καὶ αὐτὸς ὀφθήσεται κατ' ἐκεῖνο καιροῦ, καθ' ὃν ἂν ἐπιλάμψει τοῖς ἐπὶ γῆς. Ἥξει γὰρ ἐν δόξῃ τοῦ Θεοῦ καὶ Πατρὸς, καὶ οὐκ ἔν γε μᾶλλον σμικροπρεπείᾳ τῇ καθ' ἡμᾶς. Πῶς οὖν ἅρα θεωροὺς ἐποίει τοῦ θαύματος τοὺς λαβόντας τὴν ὑπόσχεσιν; Ἄνεισιν εἰς τὸ ὄρος, τρεῖς ἀπ' αὐτῶν τοὺς ἐπιλέκτους ἔχων· εἶτα μεταπλάττεται πρὸς ἐξαίρετόν τινα καὶ θεοπρεπῆ λαμπρότητα, ὥστε καὶ τὸν ἱματισμὸν αὐτοῦ τῇ τοῦ φωτὸς προσβολῇ διαλάμψαι δοκεῖν. Εἶτα Μωσῆς καὶ Ἡλίας περιεστηκότες τὸν Ἰησοῦν προσελάλουν ἀλλήλοις τὴν ἔξοδον αὐτοῦ, ἢν ἔμελλε πληροῦν ἐν Ἱερουσαλὴμ, τοῦτ' ἔστι, τῆς μετὰ σαρκὸς οἰκονομίας τὸ μυστήριον, καὶ τὸ σωτήριον πάθος, τὸ ἐπὶ τῷ τιμίῳ, φημὶ, σταυρῷ. Καὶ γάρ ἐστιν ἀληθὲς, ὅτι ὁ διὰ Μωσέως νόμος, καὶ ὁ τῶν ἁγίων προφητῶν λόγος τὸ Χριστοῦ μυστήριον προανέδειξαν· ὁ μὲν ἐν τύποις καὶ σκιαῖς μονονουχὶ, καθάπερ ἐν πίνακι. καταγράφων αὐτὸ, οἱ δὲ πολυτρόπως προηγορευκότες, ὡς καὶ ὀφθήσεται κατὰ καιροὺς ἐν εἴδει τῷ καθ' ἡμᾶς, καὶ ὅτι τῆς ἁπάντων ἕνεκα σωτηρίας, καὶ ζωῆς, οὐ παραιτήσεται τὸ παθεῖν τὸν ἐπὶ ξύλου θάνατον. Οὐκοῦν ἡ Μωσέως καὶ Ἠλία παράστασις, καὶ τὸ προσλαλεῖν ἀλλήλοις αὐτοὺς, οἰκονομία τις ἦν εὖ μάλα καταδεικνύουσα δορυφορούμενον ὑπὸ νόμου καὶ προφητῶν, τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν, ὡς καὶ νόμου καὶ προφητῶν δεσπότην προκαταδειχθέντα παρ' αὐτῶν, δι' ὧν ἀλλήλοις συνῳδὰ προεκήρυξαν. Οὐ γὰρ ἀσύμβατα τοῖς διὰ τοῦ νόμου τὰ τῶν προφητῶν. Καὶ τοῦτο, οἶμαι, ἐστὶ, τὸ ἀλλήλοις προσλαλεῖν Μωσέα τὸν ἱερώτατον, καὶ τὸν τῶν προφητῶν πανάριστον· Ἠλίας δὲ οὗτος ἦν. Ἔστι δὲ καὶ ἄλλο τι ἐννοῆσαι. Ἐπειδὴ οἱ ὄχλοι ἔλεγον, οἱ μὲν Ἠλίαν, οἱ δὲ Ἱερεμίαν, οἱ δὲ ἕνα τῶν προφητῶν, τοὺς κορυφαίους ἄγει, ἵνα κἀντεῦθεν τὸ μέσον ἴδωσι τοῦ δούλου, καὶ τοῦ δεσπότου. Μετὰ ταύτην δὲ καὶ ἑτέραν ἔννοιαν ἔστιν εἰπεῖν. Ἐπειδὴ γὰρ συνεχῶς ἐνεκάλουν αὐτῷ τὸ παραβαίνειν τὸν νόμον, καὶ βλάσφημον αὐτὸν εἶναι ἐνόμιζον, ὡς σφετεριζόμενον δόξαν οὐ προσήκουσαν αὐτῷ τὴν τοῦ Πατρὸς, καὶ ἔλεγον· «Οὗτος οὐκ ἔστιν ἐκ τοῦ Θεοῦ, ὅτι τὸ Σάββατον οὐ τηρεῖ·» καὶ πάλιν· «Περὶ καλοῦ ἔργου οὐ λιθάζομέν σε, ἀλλὰ περὶ βλασφημίας, καὶ ὅτι, ἄν-