Ancient Greek
Volume 72
Cyrillus Theol., Commentarii in Lucam (in catenis) 72.476
Not analysed yet
ΤΟΥ ΑΓΙΟΥ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ ΕΞΗΓΗΣΙΣ ΕΙΣ ΤΟ ΚΑΤΑ ΛΟΥΚΑΝ ΕΥΑΓΓΕΛΙΟΝ. ΚΕΦΑΛΑΙΟΝ Αʹ. Οἱ ἀπ' ἀρχῆς αὐτόπται καὶ ὑπηρέται γενόμενοι τοῦ Λόγου. (Cod. A f. 2 b, E f. 5) Τοῦ Λόγου δὲ τοῦ ἐνυποστάτου καὶ ζῶντος αὐτόπτας εἰπὼν τοὺς ἀποστόλους, συμπεφώνηκε τῷ Ἰωάννῃ λέγοντι τὸν Λόγον σάρκα γεγονέναι, καὶ ἐσκηνωκέναι ἐν ἡμῖν, καὶ τεθεωρῆσθαι τὴν δόξαν αὐτοῦ, δόξαν ὡς Μονογενοῦς παρὰ Πατρός. Διὰ γὰρ τῆς σαρκὸς, θεωρητὸς ὁ Λόγος κατέστη, ὁρατῆς οὔσης καὶ ψηλαφητῆς καὶ ἀντιτύπου, ἀθεώρητος ὢν τὸ καθ' ἑαυτόν· καὶ πάλιν ὁ Ἰωάννης ἐν τῇ Ἐπιστολῇ· «Ὃ ἦν ἀπ' ἀρχῆς, ὃ ἀκηκόαμεν, ὃ ἑωράκαμεν τοῖς ὀφθαλμοῖς ἡμῶν, καὶ αἱ χεῖρες ἡμῶν ἐψηλάφησαν περὶ τοῦ Λόγου ζωῆς, καὶ ἡ ζωὴ ἐφανερώθη.» Οὐκ ἀκούεις ὅτι ψηλαφητὴν ὀνομάζει τὴν ζωήν; ἵνα ἐνανθρωπήσαντα νοῇς τὸν Υἱὸν, καὶ ὁρατὸν μὲν κατὰ σάρκα, ἀόρατον δὲ κατὰ τὴν θεότητα. Οὗτος ἔσται μέγας, καὶ Υἱὸς Ὑψίστου κληθήσεται. (A f. 17) Ἰσοκλεὴς γὰρ τῷ φύσαντι, κατὰ πᾶν ὁτιοῦν ἰσομέτρως ἔχων ὁ ἐξ αὐτοῦ πεφηνὼς Υἱὸς νοοῖτ' ἂν εἰκότως. Οὐ γὰρ ὅτι γέγονεν ἄνθρωπος οἰκονομικῶς, μειονεκτεῖτο κατά τι γοῦν ὅλως αὐτοῦ· οὐδὲν γὰρ εἰς ἰδίαν ἠδικήθη φύσιν, ἀπό γε τῶν καθ' ἡμᾶς γενέσθαι δι' ἡμᾶς· ἐπειδὴ ἄτρεπτος κατὰ φύσιν ὁ τοῦ Θεοῦ Λόγος· διὰ τοῦτο καὶ Θεὸς καὶ Ὕψιστος καὶ Κύριος ὀνομάζεται καὶ διὰ τῆς ἀγγέλων φωνῆς. Ὅτι οὐκ ἀδυνατήσει παρὰ τῷ Θεῷ πᾶν ῥῆμα. (E f. 50 b, F f. 734) Ἀποροῦσι δὲ πάλιν τινὲς,