Ancient Greek · ~10 min
Volume 72
Cyrillus Theol., Commentarii in Lucam (in catenis) 72.477
Not analysed yet
εἰ ὁ τῶν ὅλων Θεὸς τὰ γενόμενα ἤδη καὶ πραχθέντα, δύναται ποιῆσαι μὴ γεγενῆσθαί ποτε· κατὰ τὸ, «Οὐκ ἀδυνατήσει αὐτῷ πᾶν ῥῆμα.» Οὐ γὰρ λέγομεν ὡς μὴ γενόμενα, ἀλλὰ μὴ γεγενῆσθαι τὴν ἀρχήν· οἷον εἰ τὴν πόρνην δύναται ποιῆσαι παρθένον ἐκ κοιλίας μητρὸς, ἵνα μήτε εἴη ποτὲ πόρνη, μήτε λέγοιτο, ὅτι παρὰ ἀνθρώποις ἀδύνατα, δυνατὰ παρὰ τῷ Θεῷ. Πρὸς οὓς ἐροῦμεν, ὅτι ζητεῖσθαι χρὴ παρ' ἡμῶν τὴν τοῦ Θεοῦ δύναμιν Εἰ μεγάλη καὶ ἀξιάγαστος, ὅτε τὸ δρώμενον ἐστιν οὐκ ἀπεικὸς τῇ θείᾳ δόξῃ· οὐ γὰρ ὅτι πάντα δύναται, διὰ τοῦτο καὶ τῶν ἀτόπων αὐτὸν ἐργάτην ὁρᾶσθαι προσήκει· νοοῦμεν γὰρ ὅτι ἄτοπόν ἐστι τὸ λέγειν, Εἰ δύναται ὁ Θεὸς ἑαυτὸν ποιῆσαι μὴ εἶναι Θεὸν, ἢ ἁμαρτίας δεκτικὸν, ἢ μὴ εἶναι ἀγαθὸν, ἢ ζωὴν, ἢ δίκαιον. Δεῖ τοίνυν παραιτεῖσθαι παντὶ σθένει τὰς ἀτόπους οὕτω τῶν ἐρωτήσεων. Διὰ τί δὲ Θεὸς οὐ δύναται τὴν πορνεύσασαν μὴ ποιῆσαι μὴ γεγενῆσθαί ποτε πόρνην; Ὅτι οὐ δύναται τὸ ψεῦδος ἀλήθειαν ποιῆσαι· καὶ οὐκ ἀσθενείας ἔγκλημα τοῦτο, ἀλλὰ φύσεως ἀπόδειξις οὐκ ἀνεχομένης τι παθεῖν, ὃ μὴ αὐτῇ πρέπει· ἀλλότριον δὲ Θεοῦ τὸ ψεῦδος παντελῶς. Ψεῦσμα γάρ ἐστι τὸ τὴν πορνεύσασαν ποιῆσαι μὴ πορνεῦσαί ποτε. Δεῖ δὲ, ὡς ἔφην, τὰς οὕτως εὐήθεις τῶν ἐρωτήσεων καὶ πολὺ ἄτοπον ἐχούσας μηδὲ προσίεσθαι τὴν ἀρχὴν, μηδὲ τὴν θείαν ἀγνοεῖν φύσιν, μᾶλλον δὲ τῆς φύσεως ἐκείνης ἐξαίρετα. Εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου. (E f. 56, F f. 740) Οὐκ ἀκούεις καὶ τοῦ Δαβὶδ ψάλλοντος· «Ἰδοὺ ἡ κληρονομία Κυρίου, υἱοὶ ὁ μισθὸς τοῦ καρποῦ τῆς γαστρός;» Κληρονομία γὰρ Κυρίου οἱ διὰ πίστεως αὐτῷ υἱοθετηθέντες, οἳ καὶ μισθός εἰσι Χριστοῦ, τοῦ γεγονότος καρποῦ τῆς παρθενικῆς γαστρός· κατὰ τὸ, «Αἴτησαι παρ' ἐμοῦ, καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου.» Ἐποίησε κράτος ἐν βραχίονι αὑτοῦ· διεσκόρπισεν ὑπερηφάνους διανοίᾳ καρδίας αὐτῶν, κ. τ. λ. (B f. 16, H f. 44 b.) Αἰνίττεται ὁ βραχίων τὸν ἐξ αὐτῆς φύντα Λόγον. Ὑπερηφάνους δὲ λέγει τοὺς πονηροὺς δαίμονας μετὰ τοῦ ἄρχοντος αὐτῶν πεσόντας δι' ἔπαρσιν, καὶ τοὺς Ἑλλήνων σοφοὺς τὴν δοκοῦσαν τοῦ κηρύγματος μωρίαν μὴ προσδεξαμένους, καὶ Ἰουδαίους πιστεῦσαι μὴ βουληθέντας, οἵτινες διεσκορπίσθησαν, ἀνάξια διανοηθέντες περὶ τοῦ Υἱοῦ τοῦ Θεοῦ· δυνάστας δὲ τοὺς Γραμματεῖς, καὶ Φαρισαίους φησὶ τοὺς τὰς πρωτοκαθεδρίας μεταδιώκοντας. —(A f. 9 b, E f. 59, H f. 48.) Οἰκειότερον δὲ ταῦτα περὶ τῶν ἀλιτηρίων δαιμόνων νοεῖν· τούτους γὰρ καταθρασυνομένους τῆς ὑπ' οὐρανὸν διεσκόρπισεν ἐπιδημήσας ὁ Κύριος, καὶ τοὺς αἰχμαλωτισθέντας ὑπ' αὐτῶν, πρὸς τὴν ὑπακοὴν ἑαυτοῦ ἀντιμετέστησε. Ταῦτα γὰρ πάντα ἀκολούθησε τῇ προφητείᾳ· Καθεῖλε δυνάστας ἀπὸ θρόνων, καὶ ὕψωσε ταπεινούς. (A f. 9 b, H f. 48) Μεγάλα ἐφρόνουν οἱ σκορπι-