Ancient Greek · ~10 min
Volume 72
Cyrillus Theol., Commentarii in Lucam (in catenis) 72.489
Not analysed yet
Καὶ ποιμένες ἦσαν ἐν τῇ χώρᾳ τῇ αὐτῇ ἀγραυλοῦντες. (B f. 23 b.) Ποιμέσι δὲ πρῶτον ἀποκαλύπτεται τὸ ὑπὸ τῶν ἀγγέλων ὑμνούμενον μυστήριον, οἵτινες τύπον ἐπεῖχον τῶν τὰς Ἐκκλησίας μελλόντων ποιμαίνειν· αὐτοὺς γὰρ ἔδει καὶ πρώτους ἀκούειν τὸ, Ἐπὶ γῆν εἰρήνη, διότι καὶ οἱ πνευματικοὶ ποιμένες ἔμελλον τὴν εἰρήνην ἐπιφωνεῖν παντὶ τῷ τῆς Ἐκκλησίας πληρώματι· ἔτι δὲ τὸ τῶν ποιμένων πρόσωπον, καὶ ἡ γενομένη διὰ τῆς ἀποκαλύψεως αὐτοῖς χαρὰ σημαίνει σαφῶς, ὡς ἐπὶ τὸ πλανώμενον ἦλθε πρόβατον ὁ ποιμὴν ὁ καλός· ποιμένας γὰρ οὐδὲν οὕτως εὐφραίνειν οἶδεν, ὡς ἡ τοῦ ἀπολωλότος βοσκήματος εὕρεσις· ὅπερ οὐκ ἦν ἑτέρου τινὸς εὑρεῖν, ἢ τοῦ ἀρχιποίμενος Χριστοῦ. Εἶτα ἐπειδὴ Βηθλεὲμ οἶκος ἄρτου ἑρμηνεύεται, ποῦ ἔμελλον οἱ ποιμένες μετὰ τὸ κήρυγμα τῆς εἰρήνης ἐπείγεσθαι, ἢ ἐπὶ τὸν πνευματικὸν οἶκον τοῦ οὐρανίου ἄρτου, τοὐτέστι τὴν Ἐκκλησίαν, ἐν ᾗ μυστικῶς καθ' ἑκάστην ἱερουργεῖται ὁ ἐκ τοῦ οὐρανοῦ καταβὰς ἄρτος, καὶ ζωὴν διδοὺς τῷ κόσμῳ; (A f. 29 b. B f. 23 b, E f. 79 b, F f. 764, H f. 83 b, K f. 3) Ποιμένες γεγόνασι τῶν μυσταγωγουμένων ἀπαρχή· βλέπει δὲ πάλιν ὁ τύπος εἰς ἀλήθειαν· ποιμέσι γὰρ τοῖς πνευματικοῖς ἐμφανῆ καθίστησιν ἐαυτὸν ὁ Χριστὸς, ἵν' αὐτὸν τοῖς ἄλλοις εὐαγγελίζωνται· καθάπερ ἀμέλει καὶ οἱ τότε ποιμένες ἐδιδάσκοντο μὲν παρὰ τῶν ἁγίων ἀγγέλων, δραμόντες δὲ, τοῖς ἑτέροις ἀπήγγελλον. Ἄγγελοι δὴ οὖν τῶν περὶ αὐτοῦ κηρυγμάτων ἀπάρχονται· καὶ δοξολογοῦσιν ὡς Θεὸν τὸν κατὰ σάρκα ἐκ γυναικὸς παραδόξως γεγεννημένον· Θεὸς γὰρ ἦν ἐν εἴδει τῷ καθ' ἡμᾶς ὁ τῶν ὅλων Κύριος, ἵνα λύσῃ τὴν ἀρὰν τὴν ἐπὶ τῇ πρώτῃ γυναικί· εἴρηται γὰρ πρὸς αὐτήν· «Ἐν λύπαις τέξῃ τέκνα.» Ὡς γὰρ εἰς θάνατον τίκτουσαι, τὸ τῆς ἀνίας ἐσχήκασι κέντρον· ἐπειδὴ δὲ γυνὴ τέτοκε κατὰ σάρκα τὸν Ἐμμανουὴλ, ὅς ἐστι ζωὴ, λέλυται τῆς ἀρᾶς ἡ δύναμις, συναπέσβη τῷ θανάτῳ καὶ τὸ ἐν λύπαις γεννᾷν τὰς ἐπὶ γῆς μητέρας. Βούλει καὶ ἑτέραν αἰτίαν τοῦ πράγματος ἐκμαθεῖν; Μέμνησο τοῦ σοφωτάτου Παύλου γεγραφότος περὶ Χριστοῦ· «Τὸ γὰρ ἀδύνατον τοῦ νόμου, ἐν ᾧ ἠσθένει διὰ τῆς σαρκὸς, ὁ Θεὸς τὸν ἑαυτοῦ Υἱὸν πέμψας ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας καὶ περὶ ἁμαρτίας, κατέκρινε τὴν ἁμαρτίαν ἐν τῇ σαρκὶ, ἵνα τὸ δικαίωμα τοῦ νόμου πληρωθῇ ἐν ἡμῖν τοῖς μὴ κατὰ σάρκα περιπατοῦσιν, ἀλλὰ κατὰ πνεῦμα.» Τί οὖν ἐστι τὸ, ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας ἀπεστάλθαι λέγειν τὸν Υἱόν; Ἐμφωλεύει μὲν τοῖς μέλεσι τῆς σαρκὸς ἡμῶν, τῆς ἁμαρτίας ὁ νόμος, καὶ τῶν ἐμφύτων ἐπιθυμιῶν τὸ ἔκτοπον κίνημα· ὁ δέ γε τοῦ Θεοῦ Λόγος γενόμενος ἄνθρωπος, ἁγίαν εἶχε τὴν σάρκα καὶ πάναγνον ἀληθῶς· καὶ ἐν