Ancient Greek · ~11 min
Volume 72
Cyrillus Theol., Commentarii in Lucam (in catenis) 72.492
Not analysed yet
ὁμοιώσει μὲν τῆς ἡμετέρας σαρκὸς, οὐ μὴν ἔτι καὶ κατ' αὐτήν· ἀπήλλακτο γὰρ εἰς ἄπαν τῶν ἐμπεφυκότων τοῖς ἡμετέροις σώμασι μολυσμῶν, κινήματος καὶ ῥοπῆς τῆς ἡμᾶς ἀποφερούσης ἐφ' ἃ μὴ θέμις. Ἀλλ' αὕτη μὲν ἡ αἰτία τῆς τοῦ Σωτῆρος σαρκώσεως. Καὶ ἐσπαργάνωσεν αὐτόν. (A f. 30 b, C f. 108 b, E f. 81, F f. 766, H f. 86, I f. 75) Ὅταν ἴδῃς βρέφος ἐσπαργανωμένον, μὴ μέχρι μόνης τῆς κατὰ σάρκα γεννήσεως αὐτοῦ τὴν σεαυτοῦ διάνοιαν στήσῃς, ἀλλ' ἀναπήδησον εἰς θεωρίαν τῆς θεοπρεποῦς δόξης αὐτοῦ· ἀνάβηθι τὸν οὐρανόν· οὕτως αὐτὸν ἐν τοῖς ἀνωτάτω θεωρήσεις ὑψώμασι, τὴν ὑπερτάτην ἔχοντα δόξαν, ὄψει καθήμενον ἐπὶ θρόνου ὑψηλοῦ καὶ ἐπηρμένου· ἀκούσῃ τῶν Σεραφὶμ ὑμνολογούντων αὐτὸν, πλήρη τε εἶναι λεγόντων τὸν οὐρανὸν καὶ τὴν γῆν τῆς δόξης αὐτοῦ. Γέγονε δὲ τοῦτο καὶ ἐπὶ τῆς γῆς· δόξα γὰρ Θεοῦ περιήστραψε τοὺς ποιμένας· καὶ πλῆθος ἦν στρατιᾶς οὐρανίου δοξολογούντων Χριστόν. Πλεῖστοι μὲν γὰρ ἐγεννήθησαν κατὰ καιροὺς ἅγιοι προφῆται, ἀλλ' οὐδεὶς ἐκείνων ἐδοξολογήθη πώποτε διὰ φωνῆς ἀγγέλων· ἄνθρωποι γὰρ ἦσαν καὶ ἐν μέτροις τοῖς καθ' ἡμᾶς οἰκέται Θεοῦ γνήσιοι. Χριστὸς δὲ οὐχ οὕτως· Θεὸς γάρ ἐστι καὶ Κύριος καὶ προφητῶν ἁγίων ἀποστολεὺς, καὶ ὡς ὁ Ψάλλων φησὶ, «Τίς ἐν νεφέλαις ἰσωθήσεται τῷ Κυρίῳ, καὶ τίς ὁμοιωθήσεται ἐν υἱοῖς Θεοῦ;» Ἡμῖν μὲν γὰρ τοῖς ὑπὸ ζυγὰ καὶ φυσικὴν δουλείαν, ἐν χάριτος τάξει προσνενέμηται παρ' αὐτοῦ τὸ τῆς υἱότητος ὄνομα· Χριστὸς δ' ἐστὶν ἡ ἀλήθεια, τουτέστιν ὁ τοῦ Θεοῦ καὶ Πατρὸς κατὰ φύσιν Υἱὸς, καὶ ὅτε γέγονε σάρξ· μεμένηκε γὰρ ὂ ἦν, καίτοι προσλαβὼν ὃ οὐκ ἦν· ὅτι ἐστὶν ἀληθὲς ὅ φημι, πιστώσεται πάλιν ὁ προφήτης Ἡσαΐας λέγων· «Ἰδοὺ ἡ Παρθένος ἐν γαστρὶ ἕξει, καὶ τέξεται υἱὸν, καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ· βούτυρον καὶ μέλι φάγεται· πρὶν ἢ γνῶναι αὐτὸν προελέσθαι πονηρὰ, ἐκλέξεται τὸ ἀγαθόν. Διότι πρὶν ἢ γνῶναι τὸ παιδίον ἀγαθὸν ἢ κακὸν, ἀπειθεῖ πονηρίᾳ τοῦ ἐκλέξασθαι τὸ ἀγαθόν;» Καίτοι πῶς οὐχ ἅπασιν ἐναργὲς, ὅτι παιδίον νεογνὸν καὶ ἀρτιθαλὲς, καὶ οὐκ ἔχον ἀπὸ τοῦ χρόνου καὶ τῆς ἡλικίας τὸ δύνασθαί τι νοεῖν, ἀνικάνως ἔχει πρὸς διάκρισιν πονηροῦ τε καὶ ἀγαθοῦ πράγματος; Οἶδε γὰρ ὅλως οὐδέν· ἀλλ' ἕν γε τῷ πάντων Σωτῆρι Χριστῷ θαῦμα μέγα καὶ ἐξαίσιον ἦν· ἤσθιε μὲν γὰρ, ὡς βρέφος ὢν ἔτι, βούτυρόν τε καὶ μέλι· βούτυρον δὲ καλεῖ τὸ γάλα τῆς Παρθένου ὁ προφήτης, διὰ τὸ μὴ ἐκ θηλύτητος καὶ ἡδονῆς καὶ ἐκλύσεως γεγενῆσθαι αὐτὸ, πεπηγὸς δὲ εἶναι καὶ στερεὸν, μηδὲ πικρίαν ἔχειν τῆς ἁμαρτίας, ἀλλὰ τοῦ μέλιτος τὴν γλυκύτητα· εἴ γε πάντα τὰ Θεοῦ, γλυκύτερά ἐστιν ὑπὲρ μέλι καὶ κηρίον. (I f. 76) Ἅμα μὲν ἐγεννήθη Χριστὸς, καὶ ἡ τοῦ διαβόλου δύναμις ἐσκυλεύετο· ἐθρησκεύετο μὲν ἐν Δαμασκῷ, καὶ πλείστους εἶχεν ἐκεῖ τοὺς προσκυνοῦντας αὐτόν· ἀλλ' ἐν καιρῷ τοῦ τόκου τῆς ἁγίας Παρθένου καὶ ἡ τῆς ἐκείνου τυραννίδος ἰσχὺς συνεθραύετο· ἐσαγηνεύοντο οὖν πρὸς ἐπίγνωσιν