Ancient Greek · ~10 min
Volume 72
Cyrillus Theol., Commentarii in Lucam (in catenis) 72.500
Not analysed yet
φασιν εὔλογον αὐτῶν ἡ ἄρνησις· μετὰ μέντοι τὸ περιτμηθῆναι αὐτὸν, πέπαυται ἡ περιτομὴ, εἰσαχθέντος ἡμῖν τοῦ σημαινομένου δι' αὐτῆς, ἤτοι τοῦ βαπτίσματος· διὰ τοῦτο ἡμεῖς οὐκέτι περιτεμνόμεθα. Δοκεῖ γάρ μοι ἡ περιτομὴ τρία τινὰ πραγματεύεσθαι· ἐν μὲν, οἱονεὶ σημείῳ τινὶ καὶ σφραγίσει τοὺς ἐγγόνους Ἀβραὰμ ἀφορίζουσα, καὶ τῶν λοιπῶν ἐθνῶν διαστέλλουσα· δεύτερον, ἐν ἑαυτῇ τὴν τοῦ θείου βαπτίσματος προτυποῦσα χάριν καὶ δύναμιν· ὥσπερ γὰρ ὁ περιτεμνόμενος, εἰς λαὸν Θεοῦ διὰ τῆς σφραγῖδος πάλαι ἐχρημάτιζεν· οὕτως ὁ βαπτιζόμενος σφραγῖδα τὸν Χριστὸν ἐν ἑαυτῷ τυπωσάμενος, εἰς υἱοθεσίαν Θεοῦ ἀναγράφεται. Καὶ τρίτον, σύμβολον τῶν ἐν χάριτι καθισταμένων πιστῶν, οἳ τῶν σαρκικῶν ἡδονῶν καὶ παθῶν τὰς ἐπαναστάσεις τῷ τμητικῷ τῆς πίστεως λόγῳ, καὶ πόνοις ἀσκητικοῖς ἐκτέμνουσι καὶ ἀπονεκροῦσιν, οὐ σῶμα τέμνοντες, ἀλλὰ τὴν καρδίαν καθαίροντες, καὶ πνεύματι οὐ γράμματι περιτεμνόμενοι· ὧν καὶ τὸν ἔπαινον (E f. 90) οὐκ ἀνθρωπίνης ἐπικρίσεως δεῖσθαι, ἀλλὰ τῆς ἄνωθεν ἠρτῆσθαι ψήφου, Παῦλος ὁ θεῖος διαμαρτύρεται. (E f. 120 b, K f. 4 b) Ἰόντος τοίνυν τοῦ νόμου κατὰ γυναικὸς ἁπάσης τικτούσης ἄρσεν ἢ θῆλυ, καὶ γενικωτάτην ἡμῖν ποιουμένου τὴν κατάῤῥησιν, ὑπεξαίρεται τῆς δυσφημίας ἡ ἁγία Παρθένος, ἧς ἐκφῦναί φαμεν τὸ κατὰ σάρκα Χριστόν. Θέα γὰρ, εἴ σοι δοκεῖ, τοῦ νόμου τὸ ἀκριβές· «Γυνὴ» γὰρ, φησὶ, καὶ οὐ πᾶσα τυχὸν ἀδιακρίτως, ἀλλ' «ἥτις ἂν σπερματισθῇ καὶ τέκῃ ἄρσεν, ἀκάθαρτος ἔστω.» Ἐνταῦθα δὲ ἐκ Πνεύματος ἁγίου τὸ θεῖον συνέστη σῶμα, πλαστουργούμενον ἀῤῥήτως ἐν τῇ ἁγίᾳ Παρθένῳ, καὶ τῶν τῆς φύσεως νόμων ὀλίγα πεφροντικός· ἥκιστα γὰρ σπερματικῆς ἐδεῖτο καταβολῆς ὁ τῶν ἁγίων πρωτότοκος, ἡ ἀπαρχὴ λαχόντων τὴν ἐκ Θεοῦ διὰ Πνεύματος ἀναγέννησιν· περὶ ὧν εἴρηται σαφῶς· «Οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς ἢ ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν.» Διέδρα δὴ οὖν τὴν ἐκ νόμου καταβοὴν ἡ ἁγία Παρθένος, σπερματισθεῖσα μὲν οὐδαμῶς, ἐνεργείᾳ δὲ τῇ διὰ Πνεύματος τὸ θεῖον ἡμῖν ἀποκυήσασα βρέφος. (E f. 120, H f. 103 b) Μετὰ τὸ περιτμηθῆναι, τὸν τοῦ καθαρισμοῦ πάλιν ἀναμένει καιρόν· καὶ ὅτε ἐπληρώθησαν αἱ ἡμέραι (πλήρωσις δὲ ἡμερῶν ἡ τεσσαρακοστὴ ἦν), τότε ἀνάγεται εἰς Ἱεροσόλυμα, καὶ εἰς ὄψιν ἄγεται τοῦ Πατρὸς, ὡς ἄνθρωπος καθ' ἡμᾶς, ὁ συνεδριάζων αὐτῷ Θεὸς Λόγος, ὁ καὶ διὰ τῆς τοῦ νόμου σκιᾶς ἐν τοῖς πρωτοτόκοις γραφόμενος. Ἅγια γὰρ καὶ ἱερὰ τῷ Θεῷ καὶ τὰ πρὸ τῆς ἐνανθρωπήσεως πρωτότοκα, ἅπερ ἔθυον αὐτῷ κατὰ νόμον. Ὢ μεγάλης οἰκονομίας. ὢ βάθος πλούτου καὶ σοφίας καὶ γνώσεως Θεοῦ. Ὁ ἐν κόλποις ὢν τοῦ Πατρὸς, ᾧ τὰ πάντα προσάγεται δουλοπρεπῶς, ὁ ταῖς παρὰ πάντων λατρείαις δοξαζόμενος, ὅτε γέγονεν ἐν