Ancient Greek · ~10 min
Volume 72
Cyrillus Theol., Commentarii in Lucam (in catenis) 72.501
Not analysed yet
τοῖς τῆς ἀνθρωπότητος μέτροις, τῷ ἰδίῳ Γεννήτορι προσφέρει θυσίαν. ᾯ τοῦ παραδόξου πράγματος. Τοὺς τοῦ νόμου τύπους τετήρηκεν ἡ ἀλήθεια. Διὰ ποίαν αἰτίαν; Ὅτι καὶ νομοθέτης ἦν ὡς Θεὸς, καὶ ὑπὸ νόμον ὡς ἄνθρωπος. Τί δὲ δὴ προσκεκόμικεν; Ὡς πρωτότοκος καὶ ἄρσην, ζεῦγος τρυγόνων καὶ δύο νεοσσοὺς περιστερῶν, κατὰ τὸ τῷ νόμῳ διηγορευμένον. Ἀλλὰ τί βούλεται ταῦτα δηλοῦν; Ἡ μὲν τρυγὼν, ἔστι λαλίστατον ἐν στρουθίοις· ἡ δὲ περιστερὰ, ζῶον ἤπιον καὶ πρᾶον. Γέγονε δὲ τοιοῦτος εἰς ἡμᾶς ὁ τῶν ὅλων Ποιητὴς καὶ Κύριος, πραότητα μὲν τὴν εἰς ἄκρον ἔχων, τρυγόνος δὲ δίκην κατακηλήσας τὴν ὑπ' οὐρανὸν καὶ τῆς ἑαυτοῦ καλλιφωνίας τὸν ἴδιον ἀμπελῶνα πληρῶν, τουτέστιν ἡμᾶς τοὺς πιστεύσαντας εἰς αὐτόν. Γέγραπται γοῦν ἐν τῷ ᾌσματι τῶν ᾀσμάτων, ὅτι «Φωνὴ τῆς τρυγόνος ἠκούσθη ἐν τῇ γῇ ἡμῶν· αἱ ἄμπελοι κυπρίζουσι·» λελάληκε γὰρ πρὸς ἡμᾶς τὸ θεῖόν τε καὶ εὐαγγελικὸν κήρυγμα, τὸ παντὸς τοῦ κόσμου σωτήριον, ὁ Χριστός. Ἐσφάζετο μὲν οὖν τρυγὼν καὶ περιστερὰ, ἵνα πάλιν αὐτὸς ὡς διὰ τύπων ἡμῖν σημαίνηται, τὸν ὑπὲρ τῆς κόσμου ζωῆς ὑπομένων θάνατον κατὰ σάρκα. Αὐτὸς γάρ ἐστιν ἡ εὐφωνοτάτη τρυγὼν, αὐτὸς ἡ ἀκέραιος περιστερά. Ἑαυτὸν οὖν ἄρα προσκεκόμικεν ὁ Χριστὸς καθ' ἕνα καιρὸν ὁμοῦ τοῖς τύποις τὴν ἀλήθειαν εἰς ὀσμὴν εὐωδίας, ἵν' ἡμᾶς δι' ἑαυτοῦ προσαγάγῃ τῷ Θεῷ καὶ Πατρὶ, λύσῃ τε οὔτω τὴν ἐφ' ἡμᾶς γενομένην ἀποστροφὴν, διά τε τὴν ἐν Ἀδὰμ παράβασιν, καὶ τὴν κατὰ πάντων ἡμῶν τυραννήσασαν ἁμαρτίαν, καὶ οὕτως ἐπισκοπῆς ἀξιώσῃ τῆς πατρικῆς. Ἡμεῖς γὰρ ἧμεν οἱ πάλαι βοῶντες· «Ἐπιβλέψον ἐπ' ἐμὲ, καὶ ἐλέησόν με,» ὡς ὁ Ψάλλων φησίν. «Ὀφθαλμοὶ γὰρ, φησὶ, Κυρίου ἐπὶ δικαίους.» Οὐ γὰρ ἐπιβλέπει Κύριος τοὺς ταῖς ἁμαρτίαις ἐνεχομένους, ἀλλ' ἐπὶ τὸν πρᾶον καὶ ἡσύχιον καὶ τρέμοντα αὐτοῦ τοὺς θείους λόγους· ἔδει οὖν καθαρθῆναι πρότερον ἡμᾶς, καὶ οὕτως ἀξιωθῆναι Θεοῦ ἐποψίας· κεκερδάκαμεν δὲ τοῦτο διὰ τοῦ πάντων Σωτῆρος Χριστοῦ γεννωμένου ἐκ γυναικὸς, καὶ γενομένου ὑπὸ νόμον. Ἀλλὰ ζητητέον πρῶτον μὲν, περὶ τίνος γέγραπται τὸ περὶ τοῦ καθαρισμοῦ αὐτῶν· δεύτερον δὲ, περὶ τοῦ παραστῆσαι αὐτὸν τῷ Κυρίῳ· καὶ τρίτον, τί σημαίνει τὸ ζεῦγος τῶν τρυγόνων, καὶ οἱ δύο νεοσσοὶ τῶν περιστερῶν. Εἰ γὰρ τὸ περὶ τοῦ καθαρισμοῦ αὐτῶν, περὶ τῆς ἁγίας Θεοτόκου, ἢ περὶ τοῦ μακαρίου Ἰωσὴφ, ἢ περὶ τοῦ Κυρίου νομίσει τις λέγεσθαι, ἀσεβήσει. Οὔτε γὰρ ὁ Ἰωσὴφ ἔγνω τὴν ἁγίαν Παρθένον, οὔτε αὐτὴ ἐν ἀνομίαις συνέλαβε, καθὼς αἱ ἄλλαι γυναῖκες, ἵνα περὶ τοῦ καθαρισμοῦ ἑαυτῶν προσενέγκωσιν· ἀλλ' ἀσπόρως συνέλαβε, καὶ ἀφθόρως ἔτεκεν. Ὅπου δὲ οὐ γυναικὸς καὶ ἀνδρὸς σύνοδος, οὐχ