Ancient Greek · ~10 min
Volume 72
Cyrillus Theol., Commentarii in Lucam (in catenis) 72.504
Not analysed yet
ὕπνος καὶ ἡδονὴ, οὐ συνδυασμὸς καὶ μίξις, τίς χρεία καθαρισμοῦ; Ἀλλ' οὐδὲ περὶ τοῦ Κυρίου τοῦτο εἴρηται, τοῦ ἀκηράτου καὶ ὑπὲρ πᾶσαν καθαρότητα. Καὶ τοῦ δοῦναι θυσίαν, κ. τ. λ. (A f. 36 b, E f. 121, H f. 105 b) Πάλιν συνετέλεσε τοῖς δασμολογοῦσι τὸ δίδραχμον, καίτοι συντελέσαι μὴ ὀφείλων διά γε τὸ εἶναι κατὰ ἀλήθειαν Υἱός· συντετέλεκε δὲ, ὅτε γέγονεν ὑπὸ νόμον. Ἔδει γὰρ, ἔδει πληροῦν τὴν οἰκονομίαν, ἣν κατεδέξατο δι' ἡμᾶς. Αὐτὸν δὲ δὴ καὶ ἐν τῇ τοῦ διδράχμου καταβολῇ γραφόμενον ὡς Σωτῆρα καὶ Λυτὴν εὑρήσομεν. Ἦν μὲν γὰρ τὸ δίδραχμον, νομίσματος εἶδος, βασιλικὴν ἔχοντος εἰκόνα, συνετελεῖτο δὲ κατὰ τὸν νόμον ὑπὲρ δύο κεφαλῶν. Ὅρα τοίνυν ἐν τῷ διδράχμῳ πάλιν τὸν Χριστὸν ἀνατυπούμενον. Αὐτὸς γὰρ ὑπάρχων ἡ εἰκὼν τοῦ Πατρὸς, ὁ χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ, τὸ νόμισμα τὸ ἐξ οὐρανοῦ, προσεκόμισεν ἑαυτὸν τῶν δύο λαῶν τὸ ἀντίλυτρον, τοῦ τε ἐξ Ἰουδαίων, φημὶ, καὶ τοῦ ἐξ ἐθνῶν. Καὶ αὐτὸς ἐδέξατο αὐτὸν ἐν ἀγκάλαις αὑτοῦ. (A f. 38, C f. 109, E f. 125, M f. 258 b) Εἰσεφέρετο μὲν ἐν τῷ ἱερῷ ὁ Χριστὸς βρέφος ὢν ἔτι βραχύ τε καὶ ὑπομάζιον, καὶ τὰ ὡρισμένα τῷ νόμῳ προσῆγε, ζεῦγος τρυγόνων καὶ δύο νεοσσοὺς περιστερῶν· σωφροσύνης τε καὶ πραότητος ὁ τύπος, οὐ μὴν δὲ ἀλλὰ καὶ βίου διαφορᾶς, ὧν [cod. ὡς] ἀμφοτέρων νομοθέτης, γάμου τε καὶ ἀγαμίας. Εἴποις γὰρ ἂν τοὺς μὲν εὐζώνους καὶ πνευματικωτέρους καὶ τὸν μονήρη βίον ἐπανῃρημένους, εἶναι τὰς περιστεράς· τοὺς δὲ παιδοποιίας καὶ τῆς ἄλλης οἰκονομίας πεποιημένους πρόνοιαν, τρυγόνας. Ὁ δέ γε μακάριος Συμεὼν, προφητικῇ χάριτι τετιμημένος, δέχεται μὲν εἰς ἀγκάλας αὐτὸν, θυμηδίας τε τῆς ἀνωτάτω πιμπλάμενος, εὐλογεῖ τὸν Θεὸν, λέγων· «Νῦν ἀπολύεις τὸν δοῦλόν σου, Δέσποτα. Πόθεν ἀπολύεις; Ἐκ τοῦ βιωτικοῦ σκάμματος· λύτρα γὰρ καὶ δεσμωτήριον ὁ βίος. Ὁ γὰρ μέλλων εἰρήνην ποιεῖν τῷ κόσμῳ παρεγένετο, ὁ συνάπτων τὸν οὐρανὸν τῇ γῇ, ὁ κατασκευάζων τὴν γῆν οὐρανὸν διὰ τῆς εὐαγγελικῆς διδασκαλίας. «Ὅτι εἶδον τὸ σωτήριόν σου, ὃ ἡτοίμασας κατὰ πρόσωπον πάντων τῶν λαῶν.» Προητοίμαστο γὰρ τὸ Χριστοῦ μυστήριον καὶ πρὸ αὐτῆς τοῦ κόσμου καταβολῆς· πεφανέρωται δὲ ἐν ἐσχάτοις τοῦ αἰῶνος καιροῖς· γέγονε δὲ φῶς ἐν σκότει καὶ πεπλανημένοις καὶ ὑπὸ χεῖρα πεσοῦσι διαβολικήν· κέκληνται γὰρ παρὰ τοῦ Θεοῦ καὶ Πατρὸς πρὸς ἐπίγνωσιν τοῦ Υἱοῦ, ὅς ἐστι φῶς τὸ ἀληθινόν· ἀλλὰ καὶ εἰς δόξαν τοῦ Ἰσραήλ. Εἰ γὰρ καὶ γεγόνασί τινες ἐξ αὐτῶν ὑβρισταὶ καὶ ἀπειθεῖς καὶ ἀσυνεσίας ἔμπλεῳ τὴν διάνοιαν ἔχοντες, ἀλλ' οὖν σέσωσται τὸ κατάλειμμα, καὶ δεδόξασται διὰ Χριστοῦ. Ἀπαρχὴ δὲ τούτων οἱ θεσπέσιοι γεγόνασι μαθηταὶ, ὧν ἡ τῆς εὐκλείας φαιδρότης, ὅλην περιαστράπτει τὴν ὑπ' οὐρανόν· δόξα δὲ καὶ