Ancient Greek
Volume 72
Cyrillus Theol., Commentarii in Lucam (in catenis) 72.513.1
Not analysed yet
ῥοπαῖς· πολλὰ δὲ πρὸς τούτοις ἕτερα πάθη, τῆς τοῦ ἀνθρώπου διανοίας κατακρατεῖ· τί οὖν ἄρα δράσομεν, τοσαύτης δυσχερείας κειμένης; πρὸς ταῦτα τῆς προφητείας ὁ λόγος ὑπαντᾷ λέγων· «Πᾶσα φάραγξ πληρωθήσεται, καὶ πᾶν ὄρος καὶ βουνὸς ταπεινωθήσεται· καὶ ἔσται ἡ σκολιὰ εἰς εὐθεῖαν, καὶ αἱ τραχεῖαι εἰς ὁδοὺς λείας· καὶ ὄψεται πᾶσα σὰρξ τὸ σωτήριον τοῦ Θεοῦ.» Εἰσὶ μὲν γὰρ λεωφόροι τινὲς ἢ καὶ τρίβοι, βάσιμοι μὲν ἥκιστά γε, τραχεῖαι δὲ οὕτως, ὡς πῆ μὲν ἀνίστασθαι πρὸς ὄρη τε καὶ βουνοὺς, πῆ δὲ καταφέρεσθαι, καὶ εἰς κρημνοὺς ἀποφέρεσθαι· αἱ δὲ τοιαῦται τῶν ὁδῶν ὡς ἐν ὕψει τε καὶ βάθει, δυσπόρευτοι λίαν εἰσίν. Εἰ δὲ δὴ γένοιτό πως ὑφιζῆσαι μὲν τὰ ὑψοῦ καὶ ἀνάντη, ἀνεμπίμπλασθαι δὲ τὰ ἐν κοίλῳ καὶ βάθει, τότε δὴ εἰς εὐθεῖαν ἔσται τὰ σκολιὰ, καὶ εἰς ψιλὰ πεδία καὶ οἷον ὑπτίαν ἔχοντα τὴν ὁδὸν τὰ τραχέα τε καὶ φαραγγώδη ποτέ. Τοῦτο γέγονε νοητῶς διὰ τῆς τοῦ Σωτῆρος ἡμῶν ἰσχύος. Πάλαι μὲν γὰρ δυσπόρευτα ἦν τῆς εὐαγγελικῆς ζωῆς τε καὶ πολιτείας τὰ βάσιμα, διὰ τὸ κρατεῖσθαι τὸν ἁπάντων νοῦν κοσμικαῖς ἐπιθυμίαις· ἐπειδὴ δὲ ὁ πάντων Θεὸς γεγονὼς ἄνθρωπος κατήργηκεν ἐν τῇ σαρκὶ τὴν ἁμαρτίαν, λεῖα πάντα γέγονε καὶ εὐήλατα· οὐχ ὕψος, οὐ βάθος τοῖς εὐδοκιμεῖν ἐθέλουσιν ἀπαντᾷ, ἀλλὰ πάντα τὰ σκολιὰ εἰς εὐθεῖαν μετεποιήθη τρίβον. Αὐτὸς γὰρ λείαν ἡμῖν καὶ εὐδρομωτάτην ἀπέφηνε τὴν εἰς εὐσέβειαν ὁδὸν, οὐδὲν ἔχουσαν τὸ ἄναντες ἢ τὸ κοῖλον καὶ κάτω, δι' ἃ τραχεῖά ποτε καὶ δυσπόρευτος ἦν. Πάντα γὰρ τὰ σκολιὰ γέγονεν εὐθέα, ὡς αὐτός που πάλιν ὁ προφήτης φησὶν Ἡσαΐας· «Ὁδὸς εὐσεβῶν εὐθεῖα ἐγένετο, καὶ παρεσκευασμένη ἡ ὁδὸς τῶν δικαίων.» Ἐκ μέσου μὲν γὰρ ἡ τῶν δαιμόνων ἀπηλάθη πληθύς· καὶ αὐτὸς δὲ ὁ διάβολος κατηργήθη σὺν ἐκείνοις· νενέκρωται δὲ καὶ τῆς ἁμαρτίας ὁ νόμος, καὶ πάσας ἡμῶν ὁ Σωτὴρ ἰᾶται τὰς νόσους. Καὶ ὄψεται πᾶσα σὰρξ τὸ σωτήριον τοῦ Θεοῦ. (A f. 49 b. E f. 145 b, F f. 777 b, H f. 147 b) Τεθέαται δὲ πᾶσα σὰρξ τὸ Σωτήριον τοῦ Θεοῦ, δηλονότι τοῦ Πατρός· Σωτῆρα γὰρ ἡμῖν πέπομφε τὸν Υἱόν. Σάρκα δὲ ἐν τούτοις ὁλοκλήρως τὸν ἄνθρωπον νοητέον, καὶ πᾶν τὸ ἀνθρώπειον γένος ὑποληπτέον. —(A f. 50, E f. 146, F 779, H f. 149) Οὕτω γὰρ ὄψεται πᾶσα σὰρξ τὸ σωτήριον τοῦ Θεοῦ· οὐκέτι μόνος ὁ Ἰσραὴλ, ἀλλὰ πᾶσα σάρξ. Ὁ γὰρ τῶν ὅλων Σωτὴρ καὶ Κύριος, οὐ συνεσταλμένην ἔχει τὴν ἡμερότητα, οὔτε μὴν ἓν διέσωσεν ἔθνος· σεσαγήνευκε δὲ μᾶλλον τὴν ὑπ' οὐρανὸν, ἐφώτισε τοὺς ἐσκοτισμένους· καὶ τοῦτο ἦν ἄρα τὸ διὰ τῆς τοῦ Ψάλλοντος λύρας ὑμνούμενον· «Πάντα τὰ ἔθνη, ὅσα ἐποίησας, ἥξουσι καὶ προσκυνήσουσιν ἐνώπιόν σου, Κύριε. «Σέσωσται δὲ ὁμοῦ τὸ κατάλειμμα τῶν ἐξ Ἰσραὴλ, ὡς καὶ τοῦτο πάλαι προανεφώνηκεν (sic) ὁ μέγας Μωϋσῆς, οὕτω λέγων· «Εὐφράνθητε μετὰ τοῦ λαοῦ αὐτοῦ.» Ἔλεγεν οὖν τοῖς ἐκπορευομένοις ὄχλοις ὁ Βαπτιστὴς, κ. τ. λ. (A f. 51, E f. 148 b, F f. 780 b, H f. 151) Καὶ