Ancient Greek
Volume 72
Cyrillus Theol., Commentarii in Lucam (in catenis) 72.516
Not analysed yet
νῦν δὲ Πνεύματος ἁγίου μεμεστωμένος ὁ μακάριος Βαπτιστὴς, οὐκ ἠγνόησε τῆς Ἰουδαίων δυστροπίας τὰ κατὰ Χριστοῦ τολμήματα. Προέγνω γὰρ, ὅτι καὶ ἀπιστήσουσιν αὐτῷ, καὶ τὴν ἰοβόλον αὐτῶν κινήσαντες γλῶτταν, λοιδορίας βαλοῦσι. Πρὸς ἐκεῖνα τοίνυν βλέπων, ἐλέγχει αὐτοὺς, ὅτι καίτοι νόμον ἔχοντες λαλοῦντα τὸ Χριστοῦ μυστήριον, καὶ προαγορεύσεις προφητῶν ἀποφερούσας εἰς τοῦτο, νωθροὶ γεγόνασι ταῖς ἀκοαῖς, καὶ ὀκνηροὶ πρὸς πίστιν τὴν ἐπί γε τῷ πάντων Σωτῆρι Χριστῷ· «Τίς γὰρ ὑμῖν ὑπέδειξε φυγεῖν ἀπὸ τῆς μελλούσης ὀργῆς;» Ἆρ' οὐχ ἡ θεόπνευστος Γραφὴ, τοὺς μὲν εἰς Χριστὸν πιστεύσαντας, μακαρίους εἶναι λέγουσα, τούς γε μὴν ἀπίστους καὶ ἀμαθεῖς, σκληραῖς καὶ ἀφύκτων ὑποπεσεῖσθαι δίκαις προαγγέλλουσα; Ποιήσατε οὖν καρποὺς ἀξίους τῆς μετανοίας. (A f. 51 b, E f. 150, F f. 781, H f. 153) Ἔ[ς]τι καρπὸς μετανοίας, προηγουμένως μὲν, ἡ εἰς Χριστὸν πίστις· πρὸς δὲ τούτῳ, καὶ ἡ εὐαγγελικὴ πολιτεία· καὶ ἁπλῶς τὰ ἀντικείμενα τῇ ἁμαρτίᾳ ἔργα τῆς δικαιοσύνης, ἅπερ ὁ μετανοῶν καρποφορεῖν ὀφείλει ἄξια τῆς μετανοίας. Ἐπήγαγε δέ· «Μὴ ἄρξησθε λέγειν ἐν ἑαυτοῖς· Πατέρα ἔχομεν Ἀβραάμ· λέγω γὰρ ὑμῖν ὅτι δύναται ὁ Θεὸς ἐκ τῶν λίθων τούτων ἐγεῖραι τέκνα τῷ Ἀβραάμ.» —(E f. 150 b, F f. 781 b.) Ὁρᾷς ὅπως εὐτεχνέστατα λίαν τὴν ἀσύνετον αὐτῶν ὀφρὺν καταφέρει, καὶ ἀσυντελὲς εἰς ὄνησιν αὐτοῖς φαίνει τὸ ἐξ Ἀβραὰμ γενέσθαι κατὰ τὴν σάρκα; Τί γὰρ ἡ σαρκὸς εὐγένεια τοὺς ἔχοντας ὠφελεῖ, εἰ μὴ διὰ τῶν ὁμοίων ἔρχοιντο σπουδασμάτων, καὶ τῆς τῶν τεκόντων ἀρετῆς κατόπιν; «Εἰ γὰρ τέκνα τοῦ Ἀβραὰμ ἦτε, φησὶ πρὸς αὐτοὺς ὁ Σωτὴρ, τὰ ἔργα τοῦ Ἀβραὰμ ἐποιεῖτε ἄν.» Τὴν ἐν ἤθει καὶ τρόποις συγγένειαν ζητεῖ ὁ Θεός. Μάταιον οὖν τὸ προγόνοις ἐπαυχεῖν ἁγίοις καὶ ἀγαθοῖς, ἀπολιμπάνεσθαι δὲ μακρὰν τῆς ἐκείνων ἀρετῆς. —(A f. 52, E f. 151 b, F f. 783, H f. 155) Ἀλλ' εἰ ταῦτα οὕτως ἔχει, φησὶν ὁ Ἰουδαῖος, πῶς ἔτι τὸ σπέρμα Ἀβραὰμ πληθύνεται, καὶ ἡ πρὸς αὐτὸν τοῦ Θεοῦ ἐπαγγελία σωθήσεται, ἡ φάσκουσα πληθύνειν αὐτοῦ τὸ σπέρμα ὡς τὰ ἄστρα τοῦ οὐρανοῦ; Διὰ τῆς τῶν ἐθνῶν κλήσεως, ὦ Ἰουδαῖε· εἴρηται γὰρ πρὸς αὐτὸν τὸν Ἀβραὰμ, ὅτι «Ἐν Ἰσαὰκ κληθήσεταί σοι σπέρμα·» καὶ, ὅτι «Πατέρα πολλῶν ἐθνῶν τέθεικά σε·» δηλοῖ δὲ τὸ, «ἐν Ἰσαὰκ,» τὸ κατ' ἐπαγγελίαν. Οὐκοῦν πατὴρ τέθειται πολλῶν ἐθνῶν, τῶν διὰ πίστεως δηλονότι τῆς ἐν Χριστῷ· καὶ περὶ αὐτῶν ἔφη που Θεὸς, καὶ διὰ φωνῆς τοῦ Ἰεζεκιήλ· «Καὶ ἐκσπάσω τὴν καρδίαν αὐτῶν τὴν λιθίνην ἐκ τῆς σαρκὸς αὐτῶν, καὶ δώσω αὐτοῖς καρδίαν σαρκίνην, τοῦ εἰδέναι αὐτοὺς ἐμὲ, ὅτι ἐγώ εἰμι Κύριος.» —(A f. 52 b, H f. 156) Ἵνα δὲ καὶ ἔτι μειζόνως ὠφελῇ τοὺς ἀκροωμένους ὁ μακάριος Βαπτιστὴς, προσεπάγει τι καὶ ἕτερον· Ἤδη δὲ καὶ ἡ ἀξίνη πρὸς τὴν ῥίζαν τῶν δένδρων κεῖται. (A f. 52 b, H f. 156) Ἢ ἀξίνην ἐν τούτοις ὀνομάζει τὴν τομωτάτην ὀργὴν, ἣν τοῖς Ἰουδαίοις ἐπήνεγκεν ὁ Θεὸς καὶ Πατὴρ, τῆς εἰς Χριστὸν δυσσεβείας ἕνεκα· ἐπενήνεκται γὰρ αὐτοῖς ὡς πέλεκυς,